Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.7.10 Polyb. 30.8.7 (English) >>Polyb. 30.9.7

30.8.4 ἐλεγχόμενοι γὰρ κατὰ πρόσωπον ὑπὸ τῶν ἰδίων χειρογράφων καὶ τῶν ὑπουργῶν οὐ μόνον ἀτυχεῖν, ἔτι δὲ μᾶλλον ἀναισχυντεῖν ἔδοξαν. 30.8.5 Θόας γάρ τις ἦν τῶν πλοϊζομένων, ὃς καὶ πολλάκις εἰς τὴν Μακεδονίαν ἐπεπλεύκει, διαπεσταλμένος ὑπὸ τῶν προειρημένων. 30.8.6 οὗτος ἐν τῇ μεταβολῇ τῶν πραγμάτων συνειδὼς αὑτῷ τὰ πεπραγμένα, δείσας ἀπεχώρησεν εἰς τὴν Κνίδον. τῶν δὲ Κνιδίων αὐτὸν εἰς φυλακὴν ἀποθεμένων, ἐξαιτηθεὶς ὑπὸ τῶν Ῥοδίων ἦλθεν εἰς τὴν Ῥόδον. 30.8.7 κἀκεῖ διὰ τῶν βασάνων ἐλεγχόμενος ἀνθωμολογεῖτο καὶ σύμφωνος ἦν πᾶσι τοῖς ἐκ τῶν αἰχμαλώτων γραμμάτων συνθήμασιν, ὁμοίως δὲ καὶ ταῖς ἐπιστολαῖς ταῖς παρά τε τοῦ Περσέως ἀποστελλομέναις πρὸς τὸν Δείνωνα καὶ Πολυάρατον καὶ παρὰ τούτων πρὸς ἐκεῖνον. 30.8.8 ἐξ ὧν θαυμάζειν ἦν τίνι ποτὲ λογισμῷ χρώμενος Δείνων προσανεῖχε τῷ ζῆν καὶ τὸν παραδειγματισμὸν ὑπέμενε τοῦτον.

30.9.1

Πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν Πολυάρατος ὑπερέθετο τὸν Δείνωνα. 30.9.2 τοῦ γὰρ Ποπιλίου προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολυάρατον ἀναπέμπειν εἰς τὴν Ῥώμην, βασιλεὺς εἰς μὲν τὴν Ῥώμην οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν πατρίδα καὶ τὸν Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀποστέλλειν διέλαβε, κἀκείνου τοῦτο παρακαλοῦντος. 30.9.3 παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν. ἔγραφε δὲ καὶ τοῖς Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.7.10 Polyb. 30.8.7 (English) >>Polyb. 30.9.7

Powered by PhiloLogic