Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.8.2 Polyb. 30.9.2 (English) >>Polyb. 30.9.9

30.8.7 κἀκεῖ διὰ τῶν βασάνων ἐλεγχόμενος ἀνθωμολογεῖτο καὶ σύμφωνος ἦν πᾶσι τοῖς ἐκ τῶν αἰχμαλώτων γραμμάτων συνθήμασιν, ὁμοίως δὲ καὶ ταῖς ἐπιστολαῖς ταῖς παρά τε τοῦ Περσέως ἀποστελλομέναις πρὸς τὸν Δείνωνα καὶ Πολυάρατον καὶ παρὰ τούτων πρὸς ἐκεῖνον. 30.8.8 ἐξ ὧν θαυμάζειν ἦν τίνι ποτὲ λογισμῷ χρώμενος Δείνων προσανεῖχε τῷ ζῆν καὶ τὸν παραδειγματισμὸν ὑπέμενε τοῦτον.

30.9.1

Πολὺ δὲ κατὰ τὴν ἀβουλίαν καὶ κατὰ τὴν ἀγεννίαν Πολυάρατος ὑπερέθετο τὸν Δείνωνα. 30.9.2 τοῦ γὰρ Ποπιλίου προστάξαντος Πτολεμαίῳ τῷ βασιλεῖ τὸν Πολυάρατον ἀναπέμπειν εἰς τὴν Ῥώμην, βασιλεὺς εἰς μὲν τὴν Ῥώμην οὐκ ἔκρινε πέμπειν, ἐντρεπόμενος τὴν πατρίδα καὶ τὸν Πολυάρατον, εἰς δὲ τὴν Ῥόδον ἀποστέλλειν διέλαβε, κἀκείνου τοῦτο παρακαλοῦντος. 30.9.3 παραστήσας οὖν λέμβον καὶ παραδοὺς αὐτὸν Δημητρίῳ τινὶ τῶν φίλων ἐξαπέστειλεν. ἔγραφε δὲ καὶ τοῖς Ῥοδίοις ὑπὲρ τῆς ἐκπομπῆς. 30.9.4 δὲ Πολυάρατος προσσχὼν Φασηλίδι κατὰ πλοῦν καὶ διανοηθεὶς ἅττα δή ποτʼ οὖν, λαβὼν θαλλοὺς κατέφυγεν ἐπὶ τὴν κοινὴν ἑστίαν. 30.9.5 ὃν εἴ τις ἤρετο τί βούλεται, πέπεισμαι μηδʼ ἂν αὐτὸν ἔχειν εἰπεῖν. εἰ μὲν γὰρ εἰς τὴν πατρίδα μολεῖν ἐπεθύμει, τί θαλλῶν ἔδει; τοῦτο γὰρ προύκειτό που τοῖς ἄγουσιν αὐτόν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 30.8.2 Polyb. 30.9.2 (English) >>Polyb. 30.9.9

Powered by PhiloLogic