Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.1.1 Polyb. 31.1.8 (English) >>Polyb. 31.2.7

31.1.5 οἳ καὶ παρελθόντες εἰς τὴν σύγκλητον ἐνδεχομένως ἔδοξαν πρὸς ἅπαντας τοὺς κατηγοροῦντας ποιήσασθαι τὴν ἀπολογίαν, καὶ τέλος οὐ μόνον ἀποτριψάμενοι τὰς ἐπιφερομένας αἰτίας, ἀλλὰ καὶ τιμηθέντες ἐπανῆλθον εἰς τὴν Ἀσίαν. 31.1.6 οὐ μὴν τῆς γε κατὰ τὸν Εὐμένη καὶ κατὰ τὸν Ἀντίοχον ὑποψίας ἔληγεν σύγκλητος, ἀλλὰ Γάιον Σολπίκιον καὶ Μάνιον Σέργιον καταστήσασα πρεσβευτὰς ἐξαπέστελλεν, 31.1.7 ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσοντας περὶ τῆς ἀντιλεγομένης χώρας, 31.1.8 μάλιστα δὲ πολυπραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται καὶ κοινοπραγία κατὰ Ῥωμαίων. —

31.2.1

Ὅτι Δημήτριος τοῦ Σελεύκου πολὺν ἤδη χρόνον κατεχόμενος ἐν τῇ Ῥώμῃ κατὰ τὴν ὁμηρείαν πάλαι μὲν ἐδόκει παρὰ τὸ δίκαιον κατέχεσθαι· 31.2.2 δοθῆναι γὰρ ὑπὸ Σελεύκου τοῦ πατρὸς τῆς ἐκείνου πίστεως ἕνεκεν, Ἀντιόχου δὲ μετειληφότος τὴν βασιλείαν οὐκ ὀφείλειν ὑπὲρ τῶν ἐκείνου τέκνων ὁμηρεύειν. 31.2.3 οὐ μὴν ἀλλὰ τὸν μὲν πρὸ τοῦ χρόνον ἦγε τὴν ἡσυχίαν, καὶ μάλιστα διὰ τὴν ἀδυναμίαν· ἦν γὰρ ἔτι παῖς· 31.2.4 τότε δὲ τὴν ἀκμαιοτάτην ἔχων ἡλικίαν ἐποιήσατο λόγους, εἰσελθὼν εἰς τὴν σύγκλητον, ἀξιῶν καὶ παρακαλῶν κατάγειν αὑτὸν ἐπὶ τὴν βασιλείαν· καθήκειν γὰρ αὑτῷ μᾶλλον τοῖς Ἀντιόχου τέκνοις τὴν ἀρχήν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.1.1 Polyb. 31.1.8 (English) >>Polyb. 31.2.7

Powered by PhiloLogic