Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.10.6 Polyb. 31.11.3 (English) >>Polyb. 31.11.11

31.10.10 καὶ παραχρῆμα τούτους ἐξαπέστειλαν, δόντες ἐντολὰς διαλῦσαι τοὺς ἀδελφοὺς καὶ κατασκευάσαι τῷ νεωτέρῳ τὴν Κύπρον χωρὶς πολέμου. —

31.11.1

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον προσπεσούσης τῆς περὶ τὸν Γνάιον περιπετείας, 31.11.2 ὡς ἀνῃρέθη, καὶ τῶν παρὰ τοῦ βασιλέως Ἀντιόχου πρεσβευόντων, ὧν Λυσίας ἔπεμψε, παραγεγονότων καὶ πολλοὺς διαθεμένων λόγους ὑπὲρ τοῦ μὴ κεκοινωνηκέναι τῆς πράξεως τοὺς τοῦ βασιλέως φίλους, 31.11.3 μὲν σύγκλητος παρέπεμπε τοὺς πρεσβευτάς, οὐ βουλομένη διδόναι περὶ τούτων ἀπόφασιν οὐδεμίαν οὐδʼ ἐκτίθεσθαι καθόλου τὴν αὑτῆς γνώμην, 31.11.4 δὲ Δημήτριος πτοηθεὶς ἐπὶ τοῖς ἠγγελμένοις ἐξ αὐτῆς προσεκάλει τὸν Πολύβιον καὶ προσανέφερεν διαπορῶν εἰ δεῖ πάλιν ἐντυχεῖν τῇ συγκλήτῳ περὶ τῶν καθʼ αὑτόν. 31.11.5 δὲ παρεκάλει μὴ δὶς πρὸς τὸν αὐτὸν λίθον πταίειν, ἀλλʼ ἐν ἑαυτῷ τὰς ἐλπίδας ἔχειν καὶ τολμᾶν τι βασιλείας ἄξιον· πολλὰς γὰρ ὑποδεικνύειν ἀφορμὰς τοὺς ἐνεστῶτας καιρούς. 31.11.6 δὲ Δημήτριος συννοήσας τὸ λεγόμενον τότε μὲν ἀπεσιώπησεν, μετʼ ὀλίγον δέ τινι τῶν συνήθων Ἀπολλωνίῳ μετέδωκε περὶ τῶν αὐτῶν. 31.11.7 δὲ προειρημένος, ἄκακος ὢν καὶ κομιδῇ νέος, συνεβούλευε πεῖραν ἔτι λαβεῖν τῆς συγκλήτου· πεπεῖσθαι γάρ, ἐπεὶ τῆς βασιλείας ἀλόγως αὐτὸν ἐστέρησεν, τῆς γʼ ὁμηρείας αὐτὸν ἀπολύσειν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.10.6 Polyb. 31.11.3 (English) >>Polyb. 31.11.11

Powered by PhiloLogic