Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.13.3 Polyb. 31.13.11 (English) >>Polyb. 31.14.7

31.13.8 διόπερ ἀγωνιάσας προειρημένος μὴ τῆς συνηθείας ἑλκυσθείσης, ἅτε τοῦ Δημητρίου συμποτικοῦ φυσικῶς καὶ νεωτέρου τελέως ὑπάρχοντος, ἀπόρημά τι γένηται περὶ τὴν ἔξοδον διὰ τὴν μέθην, 31.13.9 γράψας βραχὺ πιττάκιον καὶ σφραγισάμενος πέμπει παρʼ αὑτοῦ παῖδα συσκοτάζοντος ἄρτι τοῦ θεοῦ, συντάξας ἐκκαλεσάμενον τὸν οἰνοχόον τοῦ Δημητρίου δοῦναι τὸ πιττάκιον, μηδὲν εἰπόντα τίς παρὰ τίνος, καὶ κελεύειν ἀποδιδόναι τῷ Δημητρίῳ παραχρῆμα διαναγνῶναι. 31.13.10 γενομένων δὲ πάντων κατὰ τὸ συνταχθέν, λαβὼν Δημήτριος ἐπανέγνω. 31.13.11 τὸ δὲ πιττάκιον περιεῖχε τὰς γνώμας ταύτας.

δρῶν τὰ τοῦ μέλλοντος οἴχεται φέρων. 31.13.12

ἴσον φέρει νύξ, τοῖς δὲ τολμῶσιν πλέον.

τόλμα τι, 31.13.13 κινδύνευε, πρᾶττʼ, ἀποτύγχανε,

ἐπίτυχε, πάντα μᾶλλον σαυτὸν προοῦ.

νᾶφε καὶ μέμνασʼ ἀπιστεῖν· ἄρθρα ταῦτα τᾶν φρενῶν. 31.13.14

31.14.1

Ταῦτα διαναγνοὺς Δημήτριος καὶ συννοήσας τὰς ὑποθέσεις, καὶ τίνες καὶ παρὰ τίνος εἰσίν, παραυτίκα προσποιηθεὶς ὡς ἐπιναύσιος γεγονὼς ἀπηλλάττετο, συμπροπεμπόντων αὐτὸν καὶ τῶν φίλων. 31.14.2 παραγενόμενος δʼ ἐπὶ σκηνὴν τοὺς μὲν ἀνεπιτηδείους τῶν οἰκετῶν ἐξέπεμψεν εἰς τὰς Ἀναγνείας, συντάξας λαβόντας τὰ λίνα καὶ τοὺς κύνας ἀπαντᾶν ἐπὶ τὸ Κίρκαιον· 31.14.3 ἐκεῖ γὰρ ἐπιμελῶς εἰώθει κυνηγετεῖν τὸν ὗν· ἐξ οὗ καὶ τῆς πρὸς τὸν Πολύβιον αὐτῷ συνηθείας τὴν καταρχὴν γενέσθαι συνέπεσεν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.13.3 Polyb. 31.13.11 (English) >>Polyb. 31.14.7

Powered by PhiloLogic