31.13.1
Ἐπειδὴ δὲ πάντʼ ἦν ἕτοιμα τῷ ναυκλήρῳ λοιπόν τʼ ἔδει τὸν Δημήτριον ἀπαρτίζειν τὰ καθʼ αὑτόν, τὸν τροφέα προαπέστειλεν εἰς τὴν Συρίαν ὠτακουστήσοντα καὶ κατοπτεύσοντα τἀκεῖ συμβαίνοντα περὶ τοὺς ὄχλους.
31.13.2 ὁ δὲ σύντροφος Ἀπολλώνιος ἐξ ἀρχῆς αὐτῷ μετεῖχε τῆς ἐπιβολῆς· δυεῖν δʼ ὑπαρχόντων ἀδελφῶν, Μελεάγρου καὶ Μενεσθέως, τούτοις ἐκοινώσατο τὴν πρᾶξιν, ἄλλῳ δʼ οὐδενὶ τῶν μετʼ αὐτοῦ, καίτοι πλειόνων ὄντων.
31.13.3 οὗτοι δʼ ἦσαν Ἀπολλωνίου κατὰ φύσιν υἱοί, τοῦ μεγάλην μὲν εὐκαιρίαν ἔχοντος παρὰ Σελεύκῳ, μεταστάντος δὲ κατὰ τὴν Ἀντιόχου μετάληψιν τῆς ἀρχῆς εἰς Μίλητον.
31.13.4 τῆς δὲ συνταχθείσης ἡμέρας πρὸς τοὺς ναυτικοὺς συνεγγιζούσης, ἔδει γενέσθαι παρά τινι τῶν φίλων ὑποδοχὴν πρὸς τὴν ἔξοδον.
31.13.5 παρὰ γὰρ αὐτῷ ποιεῖν τὸ δεῖπνον οὐχ οἷόν τʼ ἦν· εἴθιστο γὰρ ἐπιμελῶς καλεῖν ἅπαντας τοὺς περὶ αὐτὸν ὄντας.
31.13.6 οἱ δὲ συνειδότες τὴν πρᾶξιν ἔμελλον ἐξ οἴκου δειπνήσαντες ἐπὶ τὸ πλοῖον ἥξειν, ἔχοντες ἕνα παῖδα μεθʼ ἑαυτῶν ἕκαστος· τοὺς γὰρ λοιποὺς ἀπεστάλκεισαν εἰς Ἀναγνείας, κατὰ τὴν ἐπιοῦσαν αὐτοὶ παρεψόμενοι.
31.13.7 τὸν δὲ Πολύβιον συνέβαινεν κατὰ τὸν καιρὸν τοῦτον ἠσθενηκότα μένειν κατὰ κλίνην, εἰδέναι δὲ πάντα τὰ πραττόμενα, τοῦ Μενύλλου συνεχῶς αὐτῷ μεταδιδόντος αἰεὶ περὶ τῶν ὑποπιπτόντων.