Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.14.2 Polyb. 31.14.9 (English) >>Polyb. 31.15.3

31.14.6 αὐτοὺς δὲ λαβόντας ἐσθῆτας τὰς ὁδοιπορικὰς ἀνακάμπτειν ὡς αὐτόν, εἰπόντας τοῖς οἰκέταις ὅτι μετὰ Δημητρίου συμμίξουσιν αὐτοῖς κατὰ τὴν ἐπιοῦσαν ἐπὶ τὸν προειρημένον τόπον. 31.14.7 γενομένων δὲ πάντων καθὼς προείρηται, προῆγον εἰς τὴν Ὠστίαν νυκτὸς ἐπὶ τὸ στόμα τοῦ Τιβέριος. 31.14.8 δὲ Μένυλλος προπορευόμενος ἐκοινολογεῖτο τοῖς ναυτικοῖς, φάσκων αὑτῷ προσπεπτωκέναι παρὰ τοῦ βασιλέως διʼ δέον ἐστὶν αὐτὸν μὲν μένειν κατὰ τὸ παρὸν ἐν τῇ Ῥώμῃ, τῶν δὲ νεανίσκων τοὺς πιστοτάτους ἐκπέμψαι πρὸς αὐτόν, παρʼ ὧν ἐπιγνώσεται πάντα τὰ κατὰ τὸν ἀδελφόν. 31.14.9 διόπερ αὐτὸς μὲν οὐκ ἔφησεν ἐμβαίνειν, τοὺς δὲ νεανίσκους ἥξειν περὶ μέσας νύκτας τοὺς μέλλοντας πλεῖν. 31.14.10 τῶν δὲ ναυκλήρων ἀδιαφορούντων διὰ τὸ μένειν αὐτοῖς τὸ ταχθὲν ναῦλον ἐξ ἀρχῆς καὶ πάντα κατηρτικότων

ἐκ πολλοῦ τὰ πρὸς τὸν πλοῦν, 31.14.11 παρῆσαν οἱ περὶ τὸν Δημήτριον κατὰ τρίτην φυλακὴν λήγουσαν, ὄντες ὀκτὼ καὶ παῖδες πέντε καὶ παιδάρια τρία. 31.14.12 τοῦ δὲ Μενύλλου κοινολογηθέντος αὐτοῖς καὶ παραδείξαντος τὴν τῶν ἐπιμηνίων παρασκευήν, ἔτι δὲ συστήσαντος τῷ ναυκλήρῳ καὶ τοῖς ἐπιβάταις ἐκτενῶς, οὗτοι μὲν ἐπέβησαν, 31.14.13 δὲ κυβερνήτης ἄρτι διαφαύσκοντος ἄρας τὰς ἀγκύρας ἐτέλει τὸν πλοῦν, ἁπλῶς οὐδεμίαν ἔννοιαν ἔχων τοῦ πράγματος, ἀλλʼ ὡς στρατιώτας τινὰς ἄγων παρὰ τοῦ Μενύλλου πρὸς τὸν Πτολεμαῖον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.14.2 Polyb. 31.14.9 (English) >>Polyb. 31.15.3

Powered by PhiloLogic