31.15.8 τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν, καὶ γὰρ ἔσχε φορὸν ἄνεμον, ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύειν ἀδυνατῆσαι·
31.15.9 πρεσβευτὰς δὲ κατέστησαν μετά τινας ἡμέρας τοὺς περὶ Τεβέριον Γράκχον καὶ Λεύκιον Λέντλον καὶ Σερουίλιον Γλαυκίαν,
31.15.10 οἵτινες ἔμελλον πρῶτον μὲν ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, εἶτʼ ἐπιβαλόντες ἐπὶ τὴν Ἀσίαν τά τε κατὰ τὸν Δημήτριον καραδοκήσειν καὶ τὰς τῶν ἄλλων βασιλέων προαιρέσεις ἐξετάσειν καὶ τὰ πρὸς τοὺς Γαλάτας ἀντιλεγόμενα τοῖς προειρημένοις διευκρινήσειν.
31.15.11 διὸ τὸν Τεβέριον κατεστήσαντο πάντων αὐτόπτην γεγονέναι.
31.15.12 καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. —
31.15.13
Ὁ δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν.
II. Res Asiae
31.16.1
Ὅτι Ἀρταξίας ἐβούλετο ἐπανελέσθαι παραινέσεσι δὲ Ἀριαράθου τοῦτʼ οὐκ ἔπραξεν ἀλλʼ ἐντιμότερον εἶχεν αὐτὸν ἢ πρότερον. οὕτως ἥ τε τοῦ δικαίου φύσις ἔχει μεγάλην δύναμιν,
31.16.2 αἵ τε τῶν ἀγαθῶν ἀνδρῶν γνῶμαι καὶ παραινέσεις, ὥστε μὴ μόνον τοὺς φίλους ἀλλὰ καὶ τοὺς ἐχθροὺς πολλάκις σῴζειν καὶ μετατιθέναι τὰς φύσεις αὐτῶν πρὸς τὸ βέλτιον. —
31.16.3
Ὅτι παντὸς ἐπιστολίου τὸ κάλλος ἐστὶ συστατικώτερον.
III. Res Africae
31.17.1
Μετὰ δὲ ταῦτα Πτολεμαῖος ὁ νεώτερος παραγεγονὼς εἰς τὴν Ἑλλάδα μετὰ τῶν πρεσβευτῶν συνήθροιζε ξενολόγιον ἐμβριθές. ἐν οἷς προσελάβετο καὶ τὸν Μακεδόνα Δαμάσιππον,