Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.14.13 Polyb. 31.15.9 (English) >>Polyb. 31.17.3

31.15.6 ἐπιζητουμένου δὲ τοῦ Δημητρίου κατὰ τὴν τετάρτην ἡμέραν ἀφʼ ἧς ὥρμησεν, ὑπενοήθη τὸ γεγονός. 31.15.7 τῇ δὲ πέμπτῃ σύγκλητος εὐθέως συνήγετο περὶ τούτων, ἐν συνέβαινε τὸν Δημήτριον ἐκτὸς ἤδη τοῦ πορθμοῦ τοῦ κατὰ Σικελίαν ὑπάρχειν. 31.15.8 τὸ μὲν οὖν διώκειν ἀπέγνωσαν, ἅμα μὲν ὑπολαμβάνοντες αὐτὸν πολὺ προειληφέναι κατὰ τὸν πλοῦν, καὶ γὰρ ἔσχε φορὸν ἄνεμον, ἅμα δὲ προορώμενοι τὸ βουληθέντες κωλύειν ἀδυνατῆσαι· 31.15.9 πρεσβευτὰς δὲ κατέστησαν μετά τινας ἡμέρας τοὺς περὶ Τεβέριον Γράκχον καὶ Λεύκιον Λέντλον καὶ Σερουίλιον Γλαυκίαν, 31.15.10 οἵτινες ἔμελλον πρῶτον μὲν ἐποπτεύσειν τὰ κατὰ τοὺς Ἕλληνας, εἶτʼ ἐπιβαλόντες ἐπὶ τὴν Ἀσίαν τά τε κατὰ τὸν Δημήτριον καραδοκήσειν καὶ τὰς τῶν ἄλλων βασιλέων προαιρέσεις ἐξετάσειν καὶ τὰ πρὸς τοὺς Γαλάτας ἀντιλεγόμενα τοῖς προειρημένοις διευκρινήσειν. 31.15.11 διὸ τὸν Τεβέριον κατεστήσαντο πάντων αὐτόπτην γεγονέναι. 31.15.12 καὶ τὰ μὲν κατὰ τὴν Ἰταλίαν ἐν τούτοις ἦν. — 31.15.13

δὲ Δημήτριος προσανέχων τῇ παρουσίᾳ τοῦ διαποσταλησομένου πρὸς αὐτόν.

II. Res Asiae 31.16.1

Ὅτι Ἀρταξίας ἐβούλετο ἐπανελέσθαι παραινέσεσι δὲ Ἀριαράθου τοῦτʼ οὐκ ἔπραξεν ἀλλʼ ἐντιμότερον εἶχεν αὐτὸν πρότερον. οὕτως τε τοῦ δικαίου φύσις ἔχει μεγάλην δύναμιν, 31.16.2 αἵ τε τῶν ἀγαθῶν ἀνδρῶν γνῶμαι καὶ παραινέσεις, ὥστε μὴ μόνον τοὺς φίλους ἀλλὰ καὶ τοὺς ἐχθροὺς πολλάκις σῴζειν καὶ μετατιθέναι τὰς φύσεις αὐτῶν πρὸς τὸ βέλτιον. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.14.13 Polyb. 31.15.9 (English) >>Polyb. 31.17.3

Powered by PhiloLogic