Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.18.5 Polyb. 31.18.12 (English) >>Polyb. 31.20.1

31.18.10 δὲ Πτολεμαῖος ἀπορούμενος ἐπὶ τῷ συμβαίνοντι τοὺς μὲν ἡμίσεις τῶν στρατιωτῶν ἐμβιβάσας εἰς τὰ πλοῖα περιπλεῖν τὰς δυσχωρίας ἐπέταξε καὶ κατὰ νώτου τοῖς πολεμίοις ἐπιφαίνεσθαι, τοὺς δʼ ἡμίσεις ἔχων αὐτὸς ἐβιάζετο κατὰ στόμα πρὸς τὴν ἀνάβασιν. 31.18.11 τῶν δὲ Λιβύων καταπλαγέντων τὴν ἐξ ἀμφοῖν ἔφοδον καὶ λειπόντων τοὺς τόπους, ἅμα τῆς ἀναβάσεως ἐγένετο κύριος καὶ τῆς ὑποκειμένης Τετραπυργίας, ἐν συνέβαινε πλῆθος ἄφθονον ὕδατος ὑπάρχειν. 31.18.12 ὅθεν ἀφορμήσας ἑβδομαῖος ἧκε διὰ τῆς ἐρήμου. 31.18.13 παραπλεόντων δʼ αὐτῷ καὶ τῶν ἐπὶ Μοχυρίνου, συνέβαινε τοὺς Κυρηναίους στρατοπεδεύειν πεζοὺς μὲν ὄντας εἰς ὀκτακισχιλίους, ἱππεῖς δὲ περὶ πεντακοσίους. 31.18.14 οἱ γὰρ Κυρηναῖοι πεῖραν εἰληφότες τῆς τοῦ Πτολεμαίου προαιρέσεως ἐκ τῶν κατὰ τὴν Ἀλεξάνδρειαν πεπραγμένων καὶ θεωροῦντες οὐ βασιλικήν, ἀλλὰ τυραννικὴν οὖσαν τὴν ἀρχὴν αὐτοῦ καὶ τὴν ὅλην αἵρεσιν, 31.18.15 οὐχ οἷοί τʼ ἦσαν ἐθελοντὴν σφᾶς αὐτοὺς ὑποτάττειν, ἀλλὰ πᾶν ὑπομένειν ἐτόλμων, ἀντεχόμενοι τῆς πρὸς τὴν ἐλευθερίαν ἐλπίδος. 31.18.16 διὸ καὶ τότε συνεγγίσαντος αὐτοῦ ἐξ αὐτῆς παρετάξαντο· καὶ τέλος ἡττήθη. —

31.19.1

Ὅτι κατὰ τὸν καιρὸν τοῦτον ἦλθε καὶ Γνάιος Μερόλας ἐκ τῆς Ἀλεξανδρείας, διασαφῶν τῷ βασιλεῖ διότι πρὸς οὐθὲν τῶν ἀξιουμένων προσελήλυθεν ἀδελφός, ἀλλά φησι δεῖν μένειν ἐπὶ τοῖς ἐξ ἀρχῆς διομολογουμένοις.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.18.5 Polyb. 31.18.12 (English) >>Polyb. 31.20.1

Powered by PhiloLogic