Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.1.1 Polyb. 31.2.2 (English) >>Polyb. 31.2.9

31.1.7 ἅμα μὲν ἐποπτεύσοντας τὰ κατὰ τοὺς Ἕλληνας, ἅμα δὲ τοῖς Μεγαλοπολίταις καὶ τοῖς Λακεδαιμονίοις διευκρινήσοντας περὶ τῆς ἀντιλεγομένης χώρας, 31.1.8 μάλιστα δὲ πολυπραγμονήσοντας τὰ κατὰ τὸν Ἀντίοχον καὶ τὰ κατὰ τὸν Εὐμένη, μή τις ἐξ αὐτῶν παρασκευὴ γίνεται καὶ κοινοπραγία κατὰ Ῥωμαίων. —

31.2.1

Ὅτι Δημήτριος τοῦ Σελεύκου πολὺν ἤδη χρόνον κατεχόμενος ἐν τῇ Ῥώμῃ κατὰ τὴν ὁμηρείαν πάλαι μὲν ἐδόκει παρὰ τὸ δίκαιον κατέχεσθαι· 31.2.2 δοθῆναι γὰρ ὑπὸ Σελεύκου τοῦ πατρὸς τῆς ἐκείνου πίστεως ἕνεκεν, Ἀντιόχου δὲ μετειληφότος τὴν βασιλείαν οὐκ ὀφείλειν ὑπὲρ τῶν ἐκείνου τέκνων ὁμηρεύειν. 31.2.3 οὐ μὴν ἀλλὰ τὸν μὲν πρὸ τοῦ χρόνον ἦγε τὴν ἡσυχίαν, καὶ μάλιστα διὰ τὴν ἀδυναμίαν· ἦν γὰρ ἔτι παῖς· 31.2.4 τότε δὲ τὴν ἀκμαιοτάτην ἔχων ἡλικίαν ἐποιήσατο λόγους, εἰσελθὼν εἰς τὴν σύγκλητον, ἀξιῶν καὶ παρακαλῶν κατάγειν αὑτὸν ἐπὶ τὴν βασιλείαν· καθήκειν γὰρ αὑτῷ μᾶλλον τοῖς Ἀντιόχου τέκνοις τὴν ἀρχήν. 31.2.5 διαθεμένου δὲ καὶ πλείονας λόγους αὐτοῦ πρὸς τὴν προειρημένην ὑπόθεσιν καὶ μάλιστα προσδραμόντος ἐν τῷ λέγειν, διότι συμβαίνει καὶ πατρίδα καὶ τροφὸν τὴν Ῥώμην ὑπάρχειν αὐτῷ, καὶ τοὺς μὲν υἱοὺς τῶν ἐκ τοῦ συνεδρίου σύμπαντας ἀδελφῶν ἔχειν διάθεσιν, τοὺς δὲ βουλευτὰς πατέρων διὰ τὸ παραγενέσθαι μὲν ἔτι νήπιος, τότε δὲ κατὰ τὴν ἡλικίαν ὑπάρχειν ἐτῶν εἴκοσι καὶ τριῶν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.1.1 Polyb. 31.2.2 (English) >>Polyb. 31.2.9

Powered by PhiloLogic