Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.27.5 Polyb. 31.27.12 (English) >>Polyb. 31.28.4

31.27.9 τοῦ δὲ φάσκοντος οὕτως αὐτῷ συντεταχέναι τὸν Σκιπίωνα, διαπιστήσαντες προῆγον ἐπὶ τὸν νεανίσκον, διειληφότες ἐκεῖνον ἀγνοεῖν. καὶ τοῦτʼ ἔπασχον οὐκ ἀλόγως· 31.27.10 οὐ γὰρ οἷον πεντήκοντα τάλαντα δοίη τις ἂν ἐν Ῥώμῃ πρὸ τριῶν ἐτῶν, ἀλλʼ οὐδὲ τάλαντον ἓν πρὸ τῆς τεταγμένης ἡμέρας· 31.27.11 τοιαύτη τίς ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια. περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον. 31.27.12 οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανομένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δʼ εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες· 31.27.13 ἐξεῖναι γὰρ αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν ἔτι χρόνον. 31.27.14 δὲ Σκιπίων ἔφησεν ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις ἁπλῶς χρῆσθαι καὶ γενναίως κατὰ δύναμιν. 31.27.15 διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ τοῦ τραπεζίτου. 31.27.16 οἱ δὲ περὶ τὸν Τεβέριον ταῦτʼ ἀκούσαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὑτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι Ῥωμαίων.

31.28.1

Μετὰ δʼ ἔτη δύο μεταλλάξαντος τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου καὶ καταλιπόντος κληρονόμους τῆς οὐσίας αὐτόν τε καὶ τὸν ἀδελφὸν Φάβιον, καλόν τι καὶ μνήμης ἄξιον ἐποίησεν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.27.5 Polyb. 31.27.12 (English) >>Polyb. 31.28.4

Powered by PhiloLogic