Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.27.7 Polyb. 31.27.14 (English) >>Polyb. 31.28.6

31.27.11 τοιαύτη τίς ἐστι καὶ τηλικαύτη παρὰ πάντας ἅμα μὲν ἀκρίβεια. περὶ τὸ διάφορον, ἅμα δὲ λυσιτέλεια περὶ τὸν χρόνον. 31.27.12 οὐ μὴν ἀλλὰ προσπορευθέντων αὐτῶν καὶ πυνθανομένων πῶς τῷ τραπεζίτῃ συντέταχε, τοῦ δʼ εἰπόντος ἀποδοῦναι πᾶν τὸ χρῆμα ταῖς ἀδελφαῖς, ἀγνοεῖν αὐτὸν ἔφασαν, ἅμα τὸ κηδεμονικὸν ἐμφανίζοντες· 31.27.13 ἐξεῖναι γὰρ αὐτὸν κατὰ τοὺς νόμους χρῆσθαι τοῖς διαφόροις ἱκανὸν ἔτι χρόνον. 31.27.14 δὲ Σκιπίων ἔφησεν ἀγνοεῖν τούτων οὐδέν, ἀλλὰ πρὸς μὲν τοὺς ἀλλοτρίους τὴν ἐκ τῶν νόμων ἀκρίβειαν τηρεῖν, τοῖς δὲ συγγενέσι καὶ φίλοις ἁπλῶς χρῆσθαι καὶ γενναίως κατὰ δύναμιν. 31.27.15 διὸ παραλαμβάνειν αὐτοὺς ἐκέλευε πᾶν τὸ χρῆμα παρὰ τοῦ τραπεζίτου. 31.27.16 οἱ δὲ περὶ τὸν Τεβέριον ταῦτʼ ἀκούσαντες ἐπανῆγον σιωπῶντες, καταπεπληγμένοι μὲν τὴν τοῦ Σκιπίωνος μεγαλοψυχίαν, κατεγνωκότες δὲ τῆς αὑτῶν μικρολογίας, καίπερ ὄντες οὐδενὸς δεύτεροι Ῥωμαίων.

31.28.1

Μετὰ δʼ ἔτη δύο μεταλλάξαντος τοῦ κατὰ φύσιν πατρὸς αὐτοῦ Λευκίου καὶ καταλιπόντος κληρονόμους τῆς οὐσίας αὐτόν τε καὶ τὸν ἀδελφὸν Φάβιον, καλόν τι καὶ μνήμης ἄξιον ἐποίησεν. 31.28.2 γὰρ Λεύκιος ὑπάρχων ἄτεκνος διὰ τὸ τοὺς μὲν εἰς ἑτέρας οἰκίας ἐκδεδόσθαι, τοὺς δʼ ἄλλους υἱούς, οὓς ἔτρεφε διαδόχους καὶ τοῦ γένους, πάντας μετηλλαχέναι, τούτοις ἀπέλιπε τὴν οὐσίαν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.27.7 Polyb. 31.27.14 (English) >>Polyb. 31.28.6

Powered by PhiloLogic