Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.26.7 Polyb. 31.27.4 (English) >>Polyb. 31.27.11

31.26.10 πρώτη μὲν οὖν αὕτη καταρχὴ τῆς ἐπὶ καλοκἀγαθίᾳ φήμης αὐτῷ συνεκύρησε καὶ μεγάλην ἐποίησε προκοπήν, ἅτε τοῦ τῶν γυναικῶν γένους καὶ λάλου καὶ κατακοροῦς ὄντος, ἐφʼ ,τι ἂν ὁρμήσῃ.

31.27.1

Μετὰ δὲ ταῦτα ταῖς Σκιπίωνος μὲν τοῦ μεγάλου θυγατράσιν, ἀδελφαῖς δὲ τοῦ κατὰ θέσιν πατρός, λαβόντος, αὐτὸν ἔδει τὴν ἡμίσειαν ἀποδοῦναι τῆς φερνῆς. 31.27.2 γὰρ πατὴρ συνέθετο μὲν ἑκατέρᾳ τῶν θυγατέρων πεντήκοντα τάλαντα δώσειν, 31.27.3 τούτων δὲ τὸ μὲν ἥμισυ παραχρῆμα τοῖς ἀνδράσιν ἔδωκεν μήτηρ, τὸ δʼ ἥμισυ κατέλειπεν ἀποθνήσκουσα προσοφειλόμενον, 31.27.4 ὅθεν ἔδει τὸν Σκιπίωνα διαλύειν τοῦτο τὸ χρέος ταῖς τοῦ πατρὸς ἀδελφαῖς. 31.27.5 κατὰ δὲ τοὺς Ῥωμαίων νόμους δέον ἐν τρισὶν ἔτεσιν ἀποδοῦναι τὰ προσοφειλόμενα χρήματα τῆς φερνῆς ταῖς γυναιξί, προδοθέντων πρώτων τῶν ἐπίπλων εἰς δέκα μῆνας κατὰ τὸ παρʼ ἐκείνοις ἔθος, 31.27.6 εὐθέως Σκιπίων συνέταξε τῷ τραπεζίτῃ τῶν εἴκοσι καὶ πέντε ταλάντων ἑκατέρᾳ ποιήσασθαι τὴν ἀνταπόδοσιν ἐν τοῖς δέκα μησί. 31.27.7 τοῦ δὲ Τεβερίου καὶ τοῦ Νασικᾶ Σκιπίωνος, οὗτοι γὰρ ἦσαν ἄνδρες τῶν προειρημένων γυναικῶν, ἅμα τῷ διελθεῖν τοὺς δέκα μῆνας προσπορευομένων πρὸς τὸν τραπεζίτην καὶ πυνθανομένων, εἴ τι συνετέτακτο Σκιπίων αὐτῷ περὶ τῶν χρημάτων, κἀκείνου κελεύοντος αὐτοὺς κομίζεσθαι καὶ ποιοῦντος τὴν διαγραφὴν ἑκατέρῳ τῶν εἴκοσι καὶ πέντε ταλάντων, ἀγνοεῖν αὐτὸν ἔφασαν·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.26.7 Polyb. 31.27.4 (English) >>Polyb. 31.27.11

Powered by PhiloLogic