Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.28.3 Polyb. 31.28.11 (English) >>Polyb. 31.29.5

31.28.8 δὲ τοσοῦτον ἀπέσχε τοῦ κομίσασθαί τι ὧν πρότερον ἐδωρήσατο, περὶ ὧν ἀρτίως εἶπον, ὥστε καὶ ταῦτα καὶ τὴν λοιπὴν οὐσίαν τὴν τῆς μητρὸς ἅπασαν ἀπέδωκε ταῖς ἀδελφαῖς, ἧς οὐδὲν αὐταῖς προσῆκε κατὰ τοὺς νόμους. 31.28.9 διὸ πάλιν τῶν ἀδελφῶν παραλαβουσῶν τὸν ἐν ταῖς ἐξόδοις κόσμον καὶ τὴν περίστασιν τὴν τῆς Αἰμιλίας, πάλιν ἐκαινοποιήθη τὸ μεγαλόψυχον καὶ φιλοίκειον τῆς τοῦ Σκιπίωνος προαιρέσεως. 31.28.10

Ταῦτα μὲν οὖν προκατεσκευασμένος ἐκ τῆς πρώτης ἡλικίας Πόπλιος Σκιπίων προῆλθε πρὸς τὸ φιλοδοξεῖν σωφροσύνῃ καὶ καλοκἀγαθίᾳ. 31.28.11 εἰς ἣν ἴσως ἑξήκοντα τάλαντα δαπανήσας, τοσαῦτα γὰρ ἦν προειμένος τῶν ἰδίων, ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκἀγαθίᾳ φήμην, οὐχ οὕτω τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρισμῷ τῆς χάριτος. 31.28.12 τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε τὴν σωματικὴν ὑγίειαν καὶ τὴν εὐεξίαν, 31.28.13 ἥτις αὐτῷ παρʼ ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοιβὰς ἀπέδωκεν ἀνθʼ ὧν πρότερον ἀπέσχετο τῶν προχείρων ἡδονῶν.

31.29.1

Λοιποῦ δʼ ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν μέρους καὶ κυριωτάτου σχεδὸν ἐν πάσῃ μὲν πολιτείᾳ μάλιστα δʼ ἐν τῇ Ῥώμῃ, μεγίστην ἔδει καὶ τὴν ἄσκησιν περὶ τοῦτο τὸ μέρος ποιήσασθαι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.28.3 Polyb. 31.28.11 (English) >>Polyb. 31.29.5

Powered by PhiloLogic