Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.28.6 Polyb. 31.29.1 (English) >>Polyb. 31.29.7

31.28.11 εἰς ἣν ἴσως ἑξήκοντα τάλαντα δαπανήσας, τοσαῦτα γὰρ ἦν προειμένος τῶν ἰδίων, ὁμολογουμένην ἔσχε τὴν ἐπὶ καλοκἀγαθίᾳ φήμην, οὐχ οὕτω τῷ πλήθει τῶν χρημάτων τὸ προκείμενον κατεργασάμενος ὡς τῷ καιρῷ τῆς δόσεως καὶ τῷ χειρισμῷ τῆς χάριτος. 31.28.12 τὴν δὲ σωφροσύνην περιεποιήσατο δαπανήσας μὲν οὐδέν, πολλῶν δὲ καὶ ποικίλων ἡδονῶν ἀποσχόμενος προσεκέρδανε τὴν σωματικὴν ὑγίειαν καὶ τὴν εὐεξίαν, 31.28.13 ἥτις αὐτῷ παρʼ ὅλον τὸν βίον παρεπομένη πολλὰς ἡδονὰς καὶ καλὰς ἀμοιβὰς ἀπέδωκεν ἀνθʼ ὧν πρότερον ἀπέσχετο τῶν προχείρων ἡδονῶν.

31.29.1

Λοιποῦ δʼ ὄντος τοῦ κατὰ τὴν ἀνδρείαν μέρους καὶ κυριωτάτου σχεδὸν ἐν πάσῃ μὲν πολιτείᾳ μάλιστα δʼ ἐν τῇ Ῥώμῃ, μεγίστην ἔδει καὶ τὴν ἄσκησιν περὶ τοῦτο τὸ μέρος ποιήσασθαι. 31.29.2 καλὸν μὲν οὖν τι πρὸς ταύτην τὴν ἐπιβολὴν αὐτῷ καὶ διὰ τῆς τύχης ἐγένετο συνέργημα. 31.29.3 τῶν γὰρ ἐν Μακεδονίᾳ βασιλικῶν μεγίστην ποιουμένων σπουδὴν περὶ τὰς κυνηγεσίας καὶ Μακεδόνων ἀνεικότων τοὺς ἐπιτηδειοτάτους τόπους πρὸς τὴν τῶν θηρίων συναγωγήν, 31.29.4 ταῦτα συνέβη τὰ χωρία τετηρῆσθαι μὲν ἐπιμελῶς, καθάπερ καὶ πρότερον, πάντα τὸν τοῦ πολέμου χρόνον, κεκυνηγῆσθαι δὲ μηδέποτε τῶν τεττάρων ἐτῶν διὰ τοὺς περισπασμούς· καὶ θηρίων ὑπῆρχε πλήρη παντοδαπῶν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.28.6 Polyb. 31.29.1 (English) >>Polyb. 31.29.7

Powered by PhiloLogic