Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.29.3 Polyb. 31.29.9 (English) >>Polyb. 31.30.4

31.29.7 γενομένης δὲ μεγάλης ἐνθουσιάσεως περὶ τοῦτο τὸ μέρος, ὡς κατά τε τὴν ἡλικίαν ἀκμαίως ἔχοντος αὐτοῦ καὶ κατὰ φύσιν οἰκείως διακειμένου, καθάπερ εὐγενοῦς σκύλακος, ἐπίμονον αὐτοῦ συνέβη γενέσθαι τὴν περὶ τὰς κυνηγεσίας ὁρμήν. 31.29.8 διὸ καὶ παραγενόμενος εἰς τὴν Ῥώμην καὶ προσλαβὼν τὸν τοῦ Πολυβίου πρὸς τοῦτο τὸ μέρος ἐνθουσιασμόν, ἐφʼ ὅσον οἱ λοιποὶ τῶν νέων περὶ τὰς κρίσεις καὶ τοὺς χαιρετισμοὺς ἐσπούδαζον, κατὰ τὴν ἀγορὰν ποιούμενοι τὴν διατριβήν, καὶ διὰ τούτων

συνιστάνειν ἑαυτοὺς ἐπειρῶντο τοῖς πολλοῖς, 31.29.9 ἐπὶ τοσοῦτον Σκιπίων ἐν ταῖς κυνηγεσίαις ἀναστρεφόμενος καὶ λαμπρὸν ἀεί τι ποιῶν καὶ μνήμης ἄξιον καλλίω δόξαν ἐξεφέρετο τῶν ἄλλων. 31.29.10 οἷς μὲν γὰρ οὐκ ἦν ἐπαίνου τυχεῖν, εἰ μὴ βλάψαιέν τινα τῶν πολιτῶν· γὰρ τῶν κρίσεων τρόπος τοῦτʼ ἐπιφέρειν εἴωθεν· 31.29.11 δʼ ἁπλῶς οὐδένα λυπῶν ἐξεφέρετο τὴν ἐπʼ ἀνδρείᾳ δόξαν πάνδημον, ἔργῳ πρὸς λόγον ἁμιλλώμενος. 31.29.12 τοιγαροῦν ὀλίγῳ χρόνῳ τοσοῦτον παρέδραμε τοὺς καθʼ αὑτὸν ὅσον οὐδείς πω μνημονεύεται Ῥωμαίων, καίπερ τὴν ἐναντίαν ὁδὸν πορευθεὶς ἐν φιλοδοξίᾳ τοῖς ἄλλοις ἅπασι πρὸς τὰ Ῥωμαίων ἔθη καὶ νόμιμα.

31.30.1

Ἐγὼ δὲ πλείω πεποίημαι λόγον ὑπὲρ τῆς Σκιπίωνος αἱρέσεως ἐκ τῆς πρώτης ἡλικίας, ἡδεῖαν μὲν ὑπολαμβάνων εἶναι τοῖς πρεσβυτέροις, ὠφέλιμον δὲ τοῖς νέοις τὴν τοιαύτην ἱστορίαν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.29.3 Polyb. 31.29.9 (English) >>Polyb. 31.30.4

Powered by PhiloLogic