Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.8.1 Polyb. 31.9.1 (English) >>Polyb. 31.10.5

31.8.6 ὑποδεικνύων αὐτοῖς τὴν ἀκαταστασίαν τῆς βασιλείας καὶ τὴν εἰκαιότητα τῶν προεστώτων αὐτῆς καὶ προσεπαγγελλόμενος ἀκολουθήσειν μετὰ δυνάμεως καὶ συνεφεδρεύειν τοῖς καιροῖς, ἕως ἂν ἐπανέλθωσι πάλιν ἐκ τῆς Συρίας ἀσφαλῶς. 31.8.7 οἱ δὲ περὶ τὸν Γνάιον ἐν πᾶσιν ἀποδεχόμενοι τὴν τοῦ βασιλέως εὔνοιαν καὶ προθυμίαν κατὰ μὲν τὸ παρὸν οὐκ ἔφασαν προσδεῖσθαι τῆς παραπομπῆς, 31.8.8 εἰς δὲ τὸ μέλλον, ἐάν τις ὑποπίπτῃ χρεία, διασαφήσειν ἀόκνως· κρίνειν γὰρ αὐτὸν ἕνα τῶν ἀληθινῶν Ῥωμαίοις φίλων. —

31.9.1

Ὅτι κατὰ τὴν Συρίαν Ἀντίοχος βασιλεὺς βουλόμενος εὐπορῆσαι χρημάτων προέθετο στρατεύειν ἐπὶ τὸ τῆς Ἀρτέμιδος ἱερὸν εἰς τὴν Ἐλυμαΐδα. 31.9.2 παραγενόμενος δʼ ἐπὶ τοὺς τόπους καὶ διαψευσθεὶς τῆς ἐλπίδος διὰ τὸ μὴ συγχωρεῖν τῇ παρανομίᾳ τοὺς βαρβάρους τοὺς οἰκοῦντας περὶ τὸν τόπον, 31.9.3 ἀναχωρῶν ἐν Τάβαις τῆς Περσίδος ἐξέλιπε τὸν βίον, 31.9.4 δαιμονήσας, ὡς ἔνιοί φασι, διὰ τὸ γενέσθαι τινὰς ἐπισημασίας τοῦ δαιμονίου κατὰ τὴν περὶ τὸ προειρημένον ἱερὸν παρανομίαν.

B. Olymp. 154, 2. I. Res Italiae 31.10.1

Ὅτι μετὰ τὸ μερίσαι τοὺς Πτολεμαίους τὴν βασιλείαν παρεγένετο Πτολεμαῖος νεώτερος εἰς τὴν Ῥώμην, ἀθετεῖν βουλόμενος τὸν γεγονότα μερισμὸν αὐτῷ πρὸς τὸν ἀδελφόν, 31.10.2 φάσκων οὐχ ἑκών, ἀλλὰ κατʼ ἀνάγκην τῷ καιρῷ περιληφθεὶς πεποιηκέναι τὸ προσταττόμενον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 31.8.1 Polyb. 31.9.1 (English) >>Polyb. 31.10.5

Powered by PhiloLogic