32.11.4 διόπερ ἐπάνειμι δηλώσων τὰ κατὰ τὴν Ἑλλάδα γενόμενα περὶ τοὺς αὐτοὺς καιρούς.
32.11.5 ἐν οἷς ἴδιον καὶ παράλογον πρᾶγμα συνέβη γενέσθαι περὶ τὴν τῶν Ὠρωπίων πόλιν·
32.11.6 ὑπὲρ οὗ τὰ μὲν ἀναδραμόντες, τὰ δὲ προλαβόντες τοῖς χρόνοις συγκεφαλαιωσόμεθα τὴν ὅλην πρᾶξιν, ἵνα μὴ κατὰ μέρος αὐτῆς οὔσης οὐδʼ ὅλως ἐπιφανοῦς ἐν διῃρημένοις χρόνοις ἀπαγγέλλοντες εὐτελῆ καὶ ἀσαφῆ ποιῶμεν τὴν διήγησιν.
32.11.7 ὅταν γὰρ μόλις τὸ ὅλον ἄξιον ἐπιστάσεως φαίνηται τοῖς ἀκούουσιν, ἦ πού γε τοῖς κατὰ μέρος ἐκ διαστήματος λεγομένοις τὸν νοῦν προσέξει τις τῶν φιλομαθούντων; —
32.11.8
Ὅτι κατὰ τὸ πλεῖστον ἐν ταῖς ἐπιτυχίαις ὡς ἐπίπαν ἄνθρωποι συμφρονοῦσι, κατὰ δὲ τὰς ἀποτυχίας ἀσχάλλοντες τοῖς πράγμασιν ἑλκώδεις καὶ δύσκολοι γίνονται πρὸς τοὺς φίλους·
32.11.9 ὃ καὶ περὶ τὸν Ὀροφέρνην συνέβη γενέσθαι, τῶν πραγμάτων αὐτῷ ἀντιπιπτόντων καὶ τῷ Θεοτίμῳ καὶ μεμφομένων ἀλλήλοις . —
Ὀροφέρνην .
32.11.10 ὀλίγον χρόνον Καππαδοκίας βασιλεύσαντα καὶ παριδόντα τὰς πατρίους ἀγωγάς φησιν ἐν τῇ τριακοστῇ δευτέρᾳ εἰσαγαγεῖν τὴν Ἰακὴν καὶ τεχνιτικὴν ἀσωτίαν. —
32.12.1
Ὅτι Ἄτταλος ὁ ἀδελφὸς Εὐμένους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὑτοῦ προαιρέσεως καὶ πράξεως τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν.