Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.11.7 Polyb. 32.13.2 (English) >>Polyb. 32.14.1

32.12.1

Ὅτι Ἄτταλος ἀδελφὸς Εὐμένους παραλαβὼν τὴν ἐξουσίαν πρῶτον ἐξήνεγκε δεῖγμα τῆς αὑτοῦ προαιρέσεως καὶ πράξεως τὴν Ἀριαράθου καταγωγὴν ἐπὶ τὴν βασιλείαν.

D. Olymp. 155, 4. I. Res Italiae 32.13.1

Ὅτι τῶν περὶ τὸν Γάιον Φάννιον παραγεγονότων ἐκ τῆς Ἰλλυρίδος καὶ διασαφούντων ὅτι τοσοῦτον ἀπέχοιεν οἱ Δελματεῖς τοῦ διορθοῦσθαί τι τῶν ἐγκαλουμένων πρὸς τοὺς ὑπʼ αὐτῶν φάσκοντας ἀδικεῖσθαι συνεχῶς, ὡς οὐδὲ λόγον ἐπιδέχοιντο καθόλου παρʼ αὐτῶν, λέγοντες οὐδὲν αὑτοῖς εἶναι καὶ Ῥωμαίοις κοινόν· πρὸς δὲ τούτοις διεσάφουν μήτε κατάλυμα δοθῆναι σφίσι μήτε παροχήν, 32.13.2 ἀλλὰ καὶ τοὺς ἵππους, οὓς εἶχον παρʼ ἑτέρας πόλεως, ἀφελέσθαι τοὺς Δελματεῖς μετὰ βίας αὑτῶν· 32.13.3 ἑτοίμους δʼ εἶναι καὶ τὰς χεῖρας προσάγειν, εἰ μὴ συνείξαντες τῷ καιρῷ μετὰ πολλῆς ἡσυχίας ἐποιήσαντο τὴν ἀπόλυσιν. 32.13.4 ὧν σύγκλητος ἀκούσασα μετʼ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας. 32.13.5 τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς, 32.13.6 ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρόνιον εἰρήνην·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.11.7 Polyb. 32.13.2 (English) >>Polyb. 32.14.1

Powered by PhiloLogic