Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.12.1 Polyb. 32.13.8 (English) >>Polyb. 32.15.3

32.13.4 ὧν σύγκλητος ἀκούσασα μετʼ ἐπιστάσεως ἠγανάκτει μὲν καὶ ἐπὶ τῇ τῶν Δελματέων ἀπειθείᾳ καὶ σκαιότητι, τὸ δὲ πλεῖστον ὑπέλαβε τὸν καιρὸν ἐπιτήδειον εἶναι πρὸς τὸ πολεμῆσαι τοῖς προειρημένοις διὰ πλείους αἰτίας. 32.13.5 τά τε γὰρ μέρη ταῦτα τῆς Ἰλλυρίδος τὰ νεύοντα πρὸς τὸν Ἀδρίαν ἀνεπίσκεπτα τελέως ἦν αὐτοῖς, 32.13.6 ἐξ οὗ Δημήτριον τὸν Φάριον ἐξέβαλον, τούς τε κατὰ τὴν Ἰταλίαν ἀνθρώπους οὐκ ἐβούλοντο κατʼ οὐδένα τρόπον ἀποθηλύνεσθαι διὰ τὴν πολυχρόνιον εἰρήνην· 32.13.7 ἔτος γὰρ ἦν τότε δωδέκατον ἀπὸ τοῦ πρὸς Περσέα πολέμου καὶ τῶν ἐν Μακεδονίᾳ πράξεων. διόπερ ἐβουλεύοντο, 32.13.8 πόλεμον ἐνστησάμενοι πρὸς τοὺς προειρημένους ἅμα μὲν ὡσανεὶ καινοποιῆσαι τὰς ὁρμὰς καὶ προθυμίας τῶν ἰδίων ὄχλων, ἅμα δὲ καταπληξάμενοι τοὺς Ἰλλυριοὺς ἀναγκάσαι πειθαρχεῖν τοῖς ὑπʼ αὐτῶν παραγγελλομένοις. 32.13.9 αὗται μὲν οὖν ἦσαν αἰτίαι διʼ ἃς ἐπολέμησαν Ῥωμαῖοι Δελματεῦσι· τοῖς γε μὴν ἐκτὸς τὸν πόλεμον ἀνεδείκνυον, ὡς διὰ τὴν εἰς τοὺς πρεσβευτὰς ὕβριν κεκρικότες πολεμεῖν. —

32.14.1

Κατὰ τὸν καιρὸν τοῦτον παραγεγονότων πρεσβευτῶν ἐξ Ἠπείρου παρά τε τῶν τὴν Φοινίκην κατεχόντων καὶ παρὰ τῶν ἐκπεπτωκότων καὶ ποιησαμένων λόγους κατὰ πρόσωπον, 32.14.2 ἔδωκεν ἀπόκρισιν αὐτοῖς σύγκλητος ὅτι δώσει περὶ τούτων ἐντολὰς τοῖς ἀποστελλομένοις πρεσβευταῖς εἰς τὴν Ἰλλυρίδα μετὰ Γαΐου Μαρκίου.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.12.1 Polyb. 32.13.8 (English) >>Polyb. 32.15.3

Powered by PhiloLogic