Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.13.5 Polyb. 32.15.2 (English) >>Polyb. 32.15.10

32.14.1

Κατὰ τὸν καιρὸν τοῦτον παραγεγονότων πρεσβευτῶν ἐξ Ἠπείρου παρά τε τῶν τὴν Φοινίκην κατεχόντων καὶ παρὰ τῶν ἐκπεπτωκότων καὶ ποιησαμένων λόγους κατὰ πρόσωπον, 32.14.2 ἔδωκεν ἀπόκρισιν αὐτοῖς σύγκλητος ὅτι δώσει περὶ τούτων ἐντολὰς τοῖς ἀποστελλομένοις πρεσβευταῖς εἰς τὴν Ἰλλυρίδα μετὰ Γαΐου Μαρκίου.

II. Prusiae Bellum Cum Attalo 32.15.1

Ὅτι Προυσίας μετὰ τὸ νικῆσαι τὸν Ἄτταλον μετὰ τὸ παρελθεῖν πρὸς τὸ Πέργαμον παρασκευασάμενος θυσίαν πολυτελῆ προσήγαγε πρὸς τὸ τέμενος τἈσκληπιοῦ, 32.15.2 καὶ βουθυτήσας καὶ καλλιερήσας τότε μὲν ἐπανῆλθεν εἰς τὴν παρεμβολήν, 32.15.3 κατὰ δὲ τὴν ἐπιοῦσαν καταστήσας τὴν δύναμιν ἐπὶ τὸ Νικηφόριον τούς τε νεὼς ἅπαντας διέφθειρε καὶ τὰ τεμένη τῶν θεῶν, ἐσύλησε δὲ καὶ τοὺς ἀνδριάντας καὶ τὰ λίθινα τῶν ἀγαλμάτων. 32.15.4 τὸ δὲ τελευταῖον καὶ τὸ τἈσκληπιοῦ βαστάσας ἄγαλμα, περιττῶς ὑπὸ Φυρομάχου κατεσκευασμένον, 32.15.5 ἀπήνεγκεν ὡς αὑτόν, τῇ πρότερον ἡμέρᾳ κατασπένδων ἐβουθύτει καὶ κατηύχετο, δεόμενος, ὅπερ εἰκός, ἵλεων αὑτῷ γενέσθαι καὶ εὐμενῆ κατὰ πάντα τρόπον. 32.15.6 ἐγὼ δὲ τὰς τοιαύτας διαθέσεις καὶ πρότερον εἴρηκά που, περὶ Φιλίππου ποιούμενος τὸν λόγον, μανικάς. 32.15.7 τὸ γὰρ ἅμα μὲν θύειν καὶ διὰ τούτων ἐξιλάσκεσθαι τὸ θεῖον, προσκυνοῦντα καὶ λιπαροῦντα τὰς τραπέζας καὶ τοὺς βωμοὺς ἐξάλλως, ὅπερ Προυσίας εἴθιστο ποιεῖν γονυπετῶν καὶ γυναικιζόμενος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.13.5 Polyb. 32.15.2 (English) >>Polyb. 32.15.10

Powered by PhiloLogic