Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.15.8 Polyb. 32.16.2 (English) >>Polyb. 33.1.1

32.15.13 καὶ ταῦτα διαπραξάμενος ἐπανῆλθεν εἰς τὴν οἰκείαν, οὐ μόνον τοῖς ἀνθρώποις ἀλλὰ καὶ τοῖς θεοῖς πεπολεμηκώς. 32.15.14 ἐταλαιπώρησε δὲ καὶ τὸ πεζικὸν στράτευμα τῷ Προυσίᾳ κατὰ τὴν ἐπάνοδον ὑπό τε τοῦ λιμοῦ καὶ τῆς δυσεντερίας, ὥστε παρὰ πόδας ἐκ θεοπέμπτου δοκεῖν ἀπηντῆσθαι μῆνιν αὐτῷ διὰ ταύτας τὰς αἰτίας . —

32.16.1

Ὅτι Ἄτταλος ἡττηθεὶς παρὰ Προυσίου, προχειρισάμενος Ἀθήναιον τὸν ἀδελφὸν ἐξαπέστειλε μετὰ τῶν περὶ τὸν Πόπλιον, διασαφήσοντα τῇ συγκλήτῳ τὸ γεγονός. 32.16.2 οἱ γὰρ ἐν τῇ Ῥώμῃ, τοῦ μὲν Ἀνδρονίκου παραγενομένου καὶ διασαφοῦντος τὰ περὶ τὴν πρώτην ἔφοδον τῶν πολεμίων, 32.16.3 οὐ προσεῖχον, ἀλλʼ ὑπενόουν τὸν Ἄτταλον βουλόμενον αὐτὸν ἐπιβαλεῖν τῷ Προυσίᾳ τὰς χεῖρας προφάσεις προκατασκευάζεσθαι καὶ προκαταλαμβάνειν διαβολαῖς· 32.16.4 ἅμα δὲ τοῦ τε Νικομήδους καὶ τῶν περὶ τὸν Ἀντίφιλον, τῶν παρὰ τοῦ Προυσίου πρεσβευτῶν, διαμαρτυρομένων μηδὲν εἶναι τούτων, ἔτι μᾶλλον ἠπιστεῖτο τὰ λεγόμενα περὶ τοῦ Προυσίου. 32.16.5 μετὰ δέ τινα χρόνον ἐπιδιασαφουμένης τῆς πραγματείας, ἀμφιδοξήσασα περὶ τῶν προσπιπτόντων σύγκλητος ἐξαπέστειλε πρεσβευτὰς Λεύκιον Ἀπολήιον καὶ Γάιον Πετρώνιον τοὺς ἐπισκεψομένους πῶς ἔχει τὰ κατὰ τοὺς προειρημένους βασιλεῖς.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.15.8 Polyb. 32.16.2 (English) >>Polyb. 33.1.1

Powered by PhiloLogic