32.3.7 διὸ καὶ παρεγένετʼ εἰς τὴν Ῥώμην θέαμα θαυμάσιον, εἰς ὃν ἀποβλέψας ἄν τις ὁμολογήσειεν διότι καὶ κατὰ σῶμα καὶ κατὰ ψυχὴν οὐδέν ἐστιν ἀνθρώπου φοβερώτερον, ὅταν ἅπαξ ἀποθηριωθῇ.
32.3.8 ἥ τε γὰρ ὄψις ἐκτόπως ἦν αὐτοῦ φοβερὰ καὶ θηριώδης, ὡς ἂν πλεῖον ἐνιαυτοῦ μὴ τὸν ῥύπον, μὴ τοὺς ὄνυχας, μὴ τὰς τρίχας ἀφῃρημένου,
32.3.9 τά τε κατὰ τὴν διάνοιαν ἐκ τῆς τῶν ὀμμάτων ἐμφάσεως καὶ κινήσεως τοιαύτην ἐποιεῖτο τὴν φαντασίαν ὥστε τὸν θεασάμενον πρὸς πᾶν ζῷον ἑτοιμότερον ἂν προσελθεῖν ἢ πρὸς ἐκεῖνον.
32.3.10 ὁ δὲ Λεπτίνης μένων ἐπὶ τῆς ἐξ ἀρχῆς προαιρέσεως εἴς τε τὴν σύγκλητον ἕτοιμος ἦν εἰσπορεύεσθαι πρός τε τοὺς ἐντυγχάνοντας ἁπλῶς ἀνθωμολογεῖτο περὶ τῆς πράξεως, καὶ προσδιωρίζετο μηδὲν αὑτῷ δυσχερὲς ἀπαντήσειν ὑπὸ Ῥωμαίων. καὶ τέλος εὐστόχησε τῆς ἐλπίδος·
32.3.11 ἡ γὰρ σύγκλητος, ὡς ἐμοὶ δοκεῖν, ὑπολαβοῦσα διότι δόξει τοῖς πολλοῖς ἔχειν τοῦ φόνου δίκην, ἐὰν τοὺς αἰτίους παραλαβοῦσα τιμωρήσηται, τούτους μὲν οὐ προσεδέξατο μικροῦ δεῖν, ἐτήρει δὲ τὴν αἰτίαν ἀκέραιον,
32.3.12 ὥστʼ ἔχειν ἐξουσίαν, ὅτε βουληθείη, χρήσασθαι τοῖς ἐγκλήμασι.
32.3.13 διὸ καὶ τὴν ἀπόκρισιν ἔδωκε τοιαύτην τῷ Δημητρίῳ, διότι τεύξεται τῶν φιλανθρώπων, ἐὰν τὸ ἱκανὸν ποιῇ τῇ συγκλήτῳ κατὰ τὴν τῆς ἀρχῆς ἐξουσίαν. —