Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.2.1 Polyb. 32.3.2 (English) >>Polyb. 32.3.10

32.2.6 παραγενόμενος δʼ εἰς τὴν Συρίαν καὶ καταφρονήσας τῶν ἀνθρώπων οὐκ ἠρκεῖτο περὶ τῶν ἰδίων ἐπιτηδευμάτων ποιούμενος τοὺς λόγους, 32.2.7 ἀλλὰ καὶ πραγματικὰς ἀποφάσεις ἐξέβαλε, φάσκων δίκαια πεπονθέναι τὸν Γνάιον, δεῖν δὲ καὶ τοὺς ἄλλους πρεσβευτὰς ἀπολωλέναι πρὸς τὸ μηδὲ τὸν ἀγγελοῦντα καταλειφθῆναι τοῖς Ῥωμαίοις τὸ γεγονός, ἵνα παύσωνται τῶν ὑπερηφάνων ἐπιταγμάτων καὶ τῆς ἀνέδην ἐξουσίας. 32.2.8 τοιαῦτα μὲν οὖν ῥιψολογῶν ἐνέπεσεν εἰς τὴν προειρημένην ἀτυχίαν.

32.3.1

Ἐγένετο δέ τι περὶ τοὺς προειρημένους ἄξιον μνήμης. 32.3.2 μὲν γὰρ Λεπτίνης μετὰ τὸ προσενεγκεῖν Γναΐῳ τὰς χεῖρας εὐθέως ἐν τῇ Λαοδικείᾳ περιῄει φανερῶς, φάσκων δίκαια πεποιηκέναι καὶ μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεπραχέναι. 32.3.3 τοῦ δὲ Δημητρίου παραλαβόντος τὰ πράγματα, προσεπορεύετο τῷ βασιλεῖ, παρακαλῶν αὐτὸν μὴ δεδιέναι διὰ τὸν Γναΐου φόνον μηδὲ βουλεύεσθαι μηδὲν δυσχερὲς κατὰ τῶν Λαοδικέων· 32.3.4 αὐτὸς γὰρ εἰς τὴν Ῥώμην πορεύσεσθαι καὶ διδάξειν τὴν σύγκλητον ὅτι μετὰ τῆς τῶν θεῶν γνώμης ταῦτα πεποίηκεν. 32.3.5 καὶ πέρας διὰ τὴν ἑτοιμότητα καὶ προθυμίαν οὗτος μὲν ἄνευ δεσμῶν ἤχθη καὶ φυλακῆς, 32.3.6 δʼ Ἰσοκράτης ἐμπεσὼν εἰς τὴν αἰτίαν ὁλοσχερῶς παρεξέστη τῇ διανοίᾳ. τοῦ κλοιοῦ δʼ αὐτῷ περὶ τὸν τράχηλον περιτεθέντος καὶ τῆς ἁλύσεως, σπανίως μὲν καὶ τὴν τροφὴν προσίετο, τῆς δὲ τοῦ σώματος θεραπείας εἰς τέλος ἀπέστη.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.2.1 Polyb. 32.3.2 (English) >>Polyb. 32.3.10

Powered by PhiloLogic