Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.3.11 Polyb. 32.4.2 (English) >>Polyb. 32.5.6

32.3.16 παρῆσαν δʼ οἱ πρέσβεις ἐντολὰς ἔχοντες ἁπλῶς ἀξιωματικὰς χάριν τοῦ πρὸς μηδὲν ἀντιφιλονικεῖν τῇ συγκλήτῳ. 32.3.17 εἰσπορευθέντων δὲ καὶ ποιησαμένων τοὺς ἁρμόζοντας λόγους, οὐδʼ ὣς οὐδὲν ἠνύσθη, τὸ δʼ ἐναντίον ἔδοξε τῇ συγκλήτῳ μένειν ἐπὶ τῶν ὑποκειμένων.

II. Res Graeciae 32.4.1

Ὅτι Λυκίσκου τοῦ Αἰτωλοῦ ταραχώδους ὄντος καὶ θορυβώδους, ἀναιρεθέντος δὲ τούτου, τὸ ἑξῆς οἱ Αἰτωλοὶ ὡμοφρόνησαν καὶ ὡμονόησαν ἑνὸς ἀνθρώπου παραχωρήσαντος· 32.4.2 τηλικαύτη τίς ἐστιν, ὡς ἔοικε, δύναμις ἐν ταῖς τῶν ἀνθρώπων φύσεσιν, ὥστε μὴ μόνον στρατόπεδα καὶ πόλεις, ἀλλὰ καὶ τὰς ἐθνικὰς συστάσεις καὶ τὰς ὁλοσχερεῖς διαφορὰς τῆς οἰκουμένης διʼ ἑνὸς ἀνδρὸς ἀρετὴν καὶ κακίαν ποτὲ μὲν τῶν μεγίστων κακῶν, ποτὲ δὲ τῶν μεγίστων ἀγαθῶν πεῖραν λαμβάνειν. — 32.4.3

Ὅτι Λυκίσκος κάκιστος ὢν καλῶς κατέστρεψε τὸν βίον, ὥστε τοὺς πλείστους εἰκότως ὀνειδίζειν τῇ τύχῃ διότι τὸ τῶν ἀγαθῶν ἀνδρῶν ἆθλον τὴν εὐθανασίαν τοῖς χειρίστοις ἐνίοτε περιτίθησιν. —

32.5.1

Ὅτι τὰ κατὰ τὴν Αἰτωλίαν καλῶς διετέθη, κατεσβεσμένης ἐν αὐτοῖς τῆς ἐμφυλίου στάσεως μετὰ τὸν Λυκίσκου θάνατον, 32.5.2 καὶ Μνασίππου τοῦ Κορωναίου μεταλλάξαντος τὸν βίον βελτίων ἦν διάθεσις κατὰ τὴν Βοιωτίαν, ὁμοίως δὲ καὶ κατὰ τὴν Ἀκαρνανίαν Χρέμα γεγονότος ἐκποδών.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.3.11 Polyb. 32.4.2 (English) >>Polyb. 32.5.6

Powered by PhiloLogic