Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.8.4 Polyb. 32.9.5 (English) >>Polyb. 32.10.8

32.9.3 ἐξαπέστειλεν σύγκλητος πρεσβευτὰς τοὺς περὶ Γάιον Φάννιον ἐποπτεύσοντας τὰ κατὰ τὴν Ἰλλυρίδα, καὶ μάλιστα τούτων τὰ κατὰ τοὺς Δελματεῖς. 32.9.4 οὗτοι δέ, μέχρι μὲν ἔζη Πλευρᾶτος, ὑπήκουον ἐκείνῳ· μεταλλάξαντος δὲ τούτου τὸν βίον, καὶ διαδεξαμένου Γενθίου τὴν βασιλείαν, ἀποστάντες ἀπὸ τούτου τοῖς ὁμόροις προσεπολέμουν καὶ κατεστρέφοντο τοὺς ἀστυγείτονας, ὧν ἔνιοι καὶ φόρους αὐτοῖς ἔφερον· δὲ φόρος ἦν θρέμματα καὶ σῖτος. 32.9.5 καὶ οἱ μὲν περὶ Φάννιον ἐπὶ τούτοις ἐξώρμησαν. —

32.10.1

Ὅτι βασιλεὺς Ἀριαράθης παρεγένετο εἰς τὴν Ῥώμην ἔτι θερείας οὔσης· τότε δέ, 32.10.2 παρειληφότων ὑπάτων τὰς ἀρχὰς τῶν περὶ τὸν Σέξτον Ἰούλιον καὶ Λεύκιον Αὐρήλιον, ἐγίνετο περὶ τὰς κατʼ ἰδίαν ἐντεύξεις, οἰκείαν ποιούμενος περικοπὴν καὶ φαντασίαν τῆς ὑποκειμένης περιστάσεως. 32.10.3 παρῆσαν δὲ καὶ παρὰ Δημητρίου πρέσβεις οἱ περὶ τὸν Μιλτιάδην πρὸς ἑκατέραν τὴν ὑπόθεσιν ἡρμοσμένοι· καὶ γὰρ πρὸς Ἀριαράθην ἀπολογεῖσθαι καὶ κατηγορεῖν αὐτοῦ παρεσκευάζοντο φιλαπεχθῶς. 32.10.4 ἀπεστάλκει δὲ καὶ Ὀροφέρνης πρεσβευτὰς τοὺς περὶ Τιμόθεον καὶ Διογένην, στέφανόν τε κομίζοντας τῇ Ῥώμῃ καὶ τὴν φιλίαν καὶ τὴν συμμαχίαν ἀνανεωσομένους, τὸ δὲ πλεῖον συγκαταστησομένους πρὸς τὸν Ἀριαράθην καὶ τὰ μὲν ἀπολογησομένους, τὰ δὲ κατηγορήσοντας.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 32.8.4 Polyb. 32.9.5 (English) >>Polyb. 32.10.8

Powered by PhiloLogic