Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.9 Polyb. 33.10 (English) >>Polyb. 33.11

33.10.1

δὲ Κόιντος συναθροίσας τὰς δυνάμεις εἰς τὴν τῶν Πλακεντίνων πόλιν καὶ ποιησάμενος τὴν πορείαν διὰ τῶν Ἀπεννίνων ὀρῶν ἧκεν εἰς τοὺς Ὀξυβίους. 33.10.2 στρατοπεδεύσας δὲ παρὰ τὸν Ἄπρωνα ποταμὸν ἀνεδέχετο τοὺς πολεμίους, πυνθανόμενος αὐτοὺς ἁθροίζεσθαι καὶ προθύμους εἶναι πρὸς τὸ διακινδυνεύειν. 33.10.3 καὶ προσαγαγὼν τὴν στρατιὰν Κόιντος πρὸς τὴν Αἴγιτναν, ἐν συνέβη τοὺς πρεσβευτὰς παρασπονδηθῆναι, τὴν πόλιν κατὰ κράτος ἑλὼν ἐξηνδραποδίσατο καὶ τοὺς ἀρχηγοὺς τῆς ὕβρεως ἀπέστειλε δεσμίους εἰς τὴν Ῥώμην. 33.10.4 καὶ ταῦτα διαπραξάμενος ἀπήντα τοῖς πολεμίοις. 33.10.5 οἱ δʼ Ὀξύβιοι νομίζοντες ἀπαραίτητον αὑτοῖς εἶναι τὴν εἰς τοὺς πρεσβευτὰς ἁμαρτίαν, παραλόγῳ τινὶ χρησάμενοι θυμῷ καὶ λαβόντες ὁρμὴν παραστατικήν, πρὶν τοὺς Δεκιήτας αὐτοῖς συμμῖξαι, περὶ τετρακισχιλίους ἁθροισθέντες ὥρμησαν ἐπὶ τοὺς πολεμίους. 33.10.6 δὲ Κόιντος ἰδὼν τὴν ἔφοδον καὶ τὸ θράσος τῶν βαρβάρων τὴν μὲν ἀπόνοιαν αὐτῶν κατεπλάγη, θεωρῶν δὲ μηδενὶ λόγῳ ταύτῃ χρωμένους τοὺς ἐχθροὺς εὐθαρσὴς ἦν, ἅτε τριβὴν ἐν πράγμασιν ἔχων καὶ τῇ φύσει διαφερόντως ἀγχίνους ὑπάρχων. 33.10.7 διόπερ ἐξαγαγὼν τὴν αὑτοῦ στρατιὰν καὶ παρακαλέσας τὰ πρέποντα τοῖς καιροῖς ᾔει βάδην ἐπὶ τοὺς πολεμίους. 33.10.8 χρησάμενος δὲ συντόνῳ προσβολῇ ταχέως ἐνίκησε τοὺς ἀντιταξαμένους καὶ πολλοὺς μὲν αὐτῶν ἀπέκτεινεν, τοὺς δὲ λοιποὺς ἠνάγκασε φυγεῖν προτροπάδην. 33.10.9 οἱ δὲ Δεκιῆται συνηθροισμένοι παρῆσαν, ὡς μεθέξοντες τοῖς Ὀξυβίοις τῶν αὐτῶν κινδύνων· 33.10.10 ὑστερήσαντες δὲ τῆς μάχης τούς τε φεύγοντας ἐξεδέξαντο καὶ μετʼ ὀλίγον συνέβαλον τοῖς Ῥωμαίοις μετὰ μεγάλης ὁρμῆς καὶ προθυμίας. 33.10.11 ἡττηθέντες δὲ τῇ μάχῃ παραυτίκα πάντες παρέδωκαν σφᾶς αὐτοὺς καὶ τὴν πόλιν εἰς τὴν Ῥωμαίων πίστιν. 33.10.12 δὲ Κόιντος κύριος γενόμενος τούτων τῶν ἐθνῶν παραυτίκα μὲν τῆς χώρας ὅσην ἐνεδέχετο προσέθηκε τοῖς Μασσαλιήταις, εἰς δὲ τὸ μέλλον ὅμηρα τοὺς Λιγυστίνους ἠνάγκασε διδόναι κατά τινας τακτοὺς χρόνους τοῖς Μασσαλιήταις· 33.10.13 αὐτὸς δὲ παροπλίσας τοὺς ἀντιταξαμένους καὶ διελὼν τὴν δύναμιν ἐπὶ τὰς πόλεις αὐτοῦ τὴν παραχειμασίαν ἐποιήσατο. 33.10.14 καὶ ταῦτα μὲν ὀξεῖαν ἔλαβε καὶ τὴν ἀρχὴν καὶ τὴν συντέλειαν. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.9 Polyb. 33.10 (English) >>Polyb. 33.11

Powered by PhiloLogic