Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.11 Polyb. 33.12 (English) >>Polyb. 33.13

II. Res Pergami 33.12.1

Ὅτι κατὰ τὴν Ἀσίαν Ἄτταλος ἔτι κατὰ χειμῶνα συνήθροιζε μεγάλας δυνάμεις, ἅτε καὶ τῶν περὶ τὸν Ἀριαράθην καὶ τὸν Μιθριδάτην ἐξαπεσταλκότων αὐτῷ στρατιὰν ἱππέων καὶ πεζῶν κατὰ τὴν συμμαχίαν, ὧν ἡγεῖτο Δημήτριος Ἀριαράθου. ὄντος δὲ περὶ ταύτας αὐτοῦ τὰς κατασκευάς, 33.12.2 ἧκον ἐκ τῆς Ῥώμης οἱ δέκα πρέσβεις, οἳ καὶ συμμίξαντες αὐτῷ περὶ Κάδους καὶ κοινολογηθέντες περὶ τῶν πραγμάτων ὥρμησαν πρὸς τὸν Προυσίαν. 33.12.3 ἐπειδὴ δὲ συνέμιξαν, διεσάφουν αὐτῷ τὰ παρὰ τῆς συγκλήτου μετὰ πολλῆς ἀνατάσεως. 33.12.4 δὲ Προυσίας ἔνια μὲν τῶν προσταττομένων προσεδέχετο, τοῖς δὲ πλείστοις ἀντέλεγε. 33.12.5 διόπερ οἱ Ῥωμαῖοι προσκόψαντες αὐτῷ τήν τε φιλίαν ἀπείπαντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλλάττοντο πάλιν ὡς τὸν Ἄτταλον. 33.12.6 δὲ Προυσίας μετανοήσας μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ δʼ οὐδὲν ἤνυεν, ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν. 33.12.7 οἱ δὲ Ῥωμαῖοι τὸν μὲν Ἄτταλον ἐκέλευον προκαθίσαντα τῆς αὑτοῦ χώρας μετὰ δυνάμεως αὐτὸν μὲν μὴ κατάρχειν τοῦ πολέμου, ταῖς δὲ πόλεσι ταῖς αὑτοῦ καὶ ταῖς κώμαις τὴν ἀσφάλειαν παρασκευάζειν· 33.12.8 αὐτοὶ δὲ μερίσαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον κατὰ σπουδὴν ἀπαγγελοῦντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν τοῦ Προυσίου, τινὲς δʼ ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν, ἕτεροι δʼ ἐφʼ Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον τόπων, μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες, 33.12.9 ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν κατὰ δύναμιν. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.11 Polyb. 33.12 (English) >>Polyb. 33.13

Powered by PhiloLogic