Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.11.7 Polyb. 33.12.8 (English) >>Polyb. 33.13.7

33.12.5 διόπερ οἱ Ῥωμαῖοι προσκόψαντες αὐτῷ τήν τε φιλίαν ἀπείπαντο καὶ τὴν συμμαχίαν, καὶ πάντες ἐξ αὐτῆς ἀπηλλάττοντο πάλιν ὡς τὸν Ἄτταλον. 33.12.6 δὲ Προυσίας μετανοήσας μέχρι μέν τινος ἐπηκολούθει λιπαρῶν, ἐπεὶ δʼ οὐδὲν ἤνυεν, ἀπαλλαγεὶς ἐν ἀμηχανίαις ἦν. 33.12.7 οἱ δὲ Ῥωμαῖοι τὸν μὲν Ἄτταλον ἐκέλευον προκαθίσαντα τῆς αὑτοῦ χώρας μετὰ δυνάμεως αὐτὸν μὲν μὴ κατάρχειν τοῦ πολέμου, ταῖς δὲ πόλεσι ταῖς αὑτοῦ καὶ ταῖς κώμαις τὴν ἀσφάλειαν παρασκευάζειν· 33.12.8 αὐτοὶ δὲ μερίσαντες σφᾶς αὐτούς, οἱ μὲν ἔπλεον κατὰ σπουδὴν ἀπαγγελοῦντες τῇ συγκλήτῳ τὴν ἀπείθειαν τοῦ Προυσίου, τινὲς δʼ ἐπὶ τῆς Ἰωνίας ἐχωρίσθησαν, ἕτεροι δʼ ἐφʼ Ἑλλησπόντου καὶ τῶν κατὰ τὸ Βυζάντιον τόπων, μίαν ἔχοντες καὶ τὴν αὐτὴν πρόθεσιν ἅπαντες, 33.12.9 ἀπὸ μὲν τῆς Προυσίου φιλίας καὶ συμμαχίας ἀποκαλεῖν τοὺς ἀνθρώπους, Ἀττάλῳ δὲ προσνέμειν τὴν εὔνοιαν καὶ συμμαχεῖν κατὰ δύναμιν. —

33.13.1

Κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Ἀθήναιος κατέπλευσε ναυσὶ καταφράκτοις ὀγδοήκοντα· 33.13.2 ὧν αἱ πέντε μὲν τετρήρεις ἦσαν Ῥοδίων τῶν ἀποσταλεισῶν εἰς τὸν Κρητικὸν πόλεμον, εἴκοσι δὲ Κυζικηνῶν, ἑπτὰ δʼ ἐπὶ ταῖς εἴκοσι τῶν περὶ τὸν Ἄτταλον, αἱ δὲ λοιπαὶ τῶν ἄλλων συμμάχων. 33.13.3 ποιησάμενος δὲ τὸν πλοῦν ἐφʼ Ἑλλησπόντου καὶ συνάψας ταῖς πόλεσι ταῖς ὑπὸ Προυσίαν ταττομέναις ἀποβάσεις τε συνεχεῖς ἐποιεῖτο καὶ κακῶς διετίθει τὴν χώραν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.11.7 Polyb. 33.12.8 (English) >>Polyb. 33.13.7

Powered by PhiloLogic