Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.16.1 Polyb. 33.17.1 (English) >>Polyb. 33.18.3

33.16.6 διὸ καὶ συνέβαινε τοὺς Ἀχαιοὺς ἐπιδέχεσθαι τὴν παρρησίαν αὐτοῦ καὶ μᾶλλον ἔτι διὰ τὸ τὸν πατέρα τοῦ προειρημένου Τηλέμναστον μετὰ πεντακοσίων Κρητῶν ἐλθόντα συμπεπολεμηκέναι τὸν πρὸς Νάβιν πόλεμον εὐγενῶς αὐτοῖς. 33.16.7 πλὴν διακούσαντες οὐδὲν ἧττον ὁρμὴν εἶχον οἱ πολλοὶ τοῖς Ῥοδίοις βοηθεῖν, ἕως Καλλικράτης Λεοντήσιος ἀναστὰς οὐκ ἔφη δεῖν οὔτε πολεμεῖν οὐδενὶ χωρὶς τῆς Ῥωμαίων γνώμης οὔτε βοήθειαν πέμπειν οὐδενὶ κατʼ οὐδενός. 33.16.8 καὶ διὰ ταῦτα κατίσχυσε μένειν ἐπὶ τῶν ὑποκειμένων. —

33.17.1

Ὅτι οἱ Ῥόδιοι δυσθετούμενοι τοῖς συμβαίνουσιν εἰς παραλόγους τινὰς ἐνέπεσαν ὁρμὰς καὶ παρασκευὰς καὶ πρὸς παραπλησίαν διάθεσιν ἦλθον τοῖς ἐν ταῖς πολυχρονίοις ἀρρωστίαις δυσποτμοῦσι. 33.17.2 καὶ γὰρ ἐκεῖνοι πολλάκις, ἐπειδὰν πάντα ποιοῦντες κατὰ λόγον τῆς θεραπείας καὶ πειθαρχοῦντες τοῖς ἰατροῖς μὴ δύνωνται τῆς ἐπὶ τὸ βέλτιον προκοπῆς ἅψασθαι, δυσθετούμενοι τοῖς συμβαίνουσιν ἀποδυσπετεῖν ἀναγκάζονται, καὶ τινὲς μὲν θύταις καὶ μάντεσι προσέχειν, ἔνιοι δὲ πάσης ἐπῳδῆς καὶ παντὸς περιάμματος πεῖραν λαμβάνειν. 33.17.3 καὶ περὶ τοὺς Ῥοδίους συνέβαινε· πάντων γὰρ αὐτοῖς παρὰ δόξαν ἀπαντωμένων, ἠναγκάζοντο παντὶ τῷ λεγομένῳ προσέχειν καὶ πᾶσαν ἐλπίδα σωματοποιεῖν καὶ προσδέχεσθαι. 33.17.4 καὶ τοῦτʼ ἐδόκουν πάσχειν εἰκότως· ὅταν γὰρ μηδὲν ἀνύηται τῶν κατὰ λόγον, δέῃ δὲ κατʼ ἀνάγκην ἐνεργεῖσθαι τὸ συνεχές, ἀνάγκη πεῖραν λαμβάνειν καὶ τῶν παρὰ λόγον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.16.1 Polyb. 33.17.1 (English) >>Polyb. 33.18.3

Powered by PhiloLogic