Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.17.3 Polyb. 33.18.6 (English) >>Polyb. 33.18.14

33.18.3 οὗτος μὲν οὖν φιλανθρώπως ὑπό τε τῆς συγκλήτου καὶ τῶν πατρικῶν φίλων ἀποδεχθεὶς καὶ λαβὼν ἀποκρίσεις ἃς ἐβούλετο καὶ τιμὰς ἁρμοζούσας τῇ καθʼ αὑτὸν ἡλικίᾳ, μετά τινας ἡμέρας ἐπανῆλθεν εἰς τὴν οἰκείαν, 33.18.4 πασῶν αὐτὸν τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐκτενῶς καὶ μεγαλοψύχως ἀποδεξαμένων κατὰ τὴν δίοδον. 33.18.5 ἧκε δὲ καὶ Δημήτριος κατὰ τὸν αὐτὸν καιρόν, τυχὼν δὲ μετρίας ἀποδοχῆς ὡς παῖς αὖθις ἀνεχώρησεν εἰς τὴν οἰκείαν. 33.18.6 δʼ Ἡρακλείδης κεχρονικὼς ἐν τῇ Ῥώμῃ παρῆλθεν εἰς τὴν σύγκλητον, ἔχων μεθʼ ἑαυτοῦ τὴν Λαοδίκην καὶ τὸν Ἀλέξανδρον. 33.18.7 πρῶτον μὲν οὖν νεανίσκος ἐποιήσατό τινας μετρίους λόγους, ἠξίου δὲ Ῥωμαίους μνησθῆναι τῆς πρὸς τὸν Ἀντίοχον τὸν αὑτοῦ πατέρα φιλίας καὶ συμμαχίας, μάλιστα δὲ συγκατασκευάζειν αὑτῷ τὴν βασιλείαν· 33.18.8 εἰ δὲ μή, συγχωρῆσαι τὴν κάθοδον καὶ μὴ κωλῦσαι τοὺς βουλομένους συμπράττειν αὐτῷ πρὸς τὸ καθικέσθαι τῆς πατρῴας ἀρχῆς. 33.18.9 δʼ Ἡρακλείδης παραλαβὼν τὸν λόγον καὶ πολλήν τινα ποιησάμενος Ἀντιόχου μὲν μνείαν ἐπʼ ἀγαθῷ, Δημητρίου δὲ κατηγορίαν, εἰς τοῦτο κατήντησεν ὅτι δεῖ συγχωρεῖν τὴν κάθοδον τῷ τε νεανίσκῳ καὶ τῇ Λαοδίκῃ κατὰ τὸ δίκαιον, οὖσιν Ἀντιόχου τοῦ βασιλέως ἐκγόνοις κατὰ φύσιν. 33.18.10 τοῖς μὲν οὖν μετρίοις τῶν ἀνθρώπων οὐδὲν ἤρεσκε τούτων, ἀλλὰ καὶ τὴν κατασκευὴν τοῦ δράματος ἐνενόουν καὶ τὸν Ἡρακλείδην ἐβδελύττοντο προφανῶς.


Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.17.3 Polyb. 33.18.6 (English) >>Polyb. 33.18.14

Powered by PhiloLogic