Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.1.7 Polyb. 33.5.2a (English) >>Polyb. 33.6.6

33.4.2 διόπερ ἐκ πάντων τοῦτον ὑπέλαβον οἱ Ῥόδιοι τελέως ἀξιόχρεων ἡγεμόνα καὶ προστάτην ἔχειν τοῦ πολέμου. 33.4.3 διεψεύσθησαν μέντοι γε τῶν ἐλπίδων· ἐλθὼν γὰρ εἰς τὰς πράξεις ὥσπερ εἰς πῦρ, καθάπερ τὰ κίβδηλα τῶν νομισμάτων, ἀλλοῖος ἐφάνη. τοῦτο δʼ ἐγένετο δῆλον ἐπʼ αὐτῶν τῶν ἔργων. 33.4.4

III. Res Cypri 33.5.1

προτείνειν αὐτῷ πεντακόσια τάλαντα παραχωρήσαντι τῆς Κύπρου, καὶ τἄλλα συνακολουθήσοντα λυσιτελῆ καὶ τίμια παρʼ αὐτῷ συνεπιδεικνύειν, προσενεγκαμένῳ τὴν χρείαν ταύτην. 33.5.2a

Τῷ δὲ Πτολεμαίῳ γενομένης προσαγγελίας παρεῖναι τὸν Ἀρχίαν. — 33.5.2

Ὅτι Ἀρχίας βουλόμενος τὴν Κύπρον προδοῦναι τῷ Δημητρίῳ καὶ φωραθεὶς καὶ εἰς κρίσιν ἀχθεὶς καλῳδίῳ τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέμασεν. 33.5.3 τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ λογίζονται κατὰ τὴν παροιμίαν. 33.5.4 καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν.

IV. Res Ariarathis 33.6.1

Ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς ἐνέπεσον παραλόγῳ συμφορᾷ. 33.6.2 δεξάμενοι γὰρ παρʼ Ὀροφέρνους, ὅτʼ ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους ὑπʼ Ἀριαράθου 33.6.3 , ὅτε μετέλαβε τὴν ἀρχήν. οἱ μὲν οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.1.7 Polyb. 33.5.2a (English) >>Polyb. 33.6.6

Powered by PhiloLogic