Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.1.8 Polyb. 33.5.3 (English) >>Polyb. 33.6.9

33.4.4

III. Res Cypri 33.5.1

προτείνειν αὐτῷ πεντακόσια τάλαντα παραχωρήσαντι τῆς Κύπρου, καὶ τἄλλα συνακολουθήσοντα λυσιτελῆ καὶ τίμια παρʼ αὐτῷ συνεπιδεικνύειν, προσενεγκαμένῳ τὴν χρείαν ταύτην. 33.5.2a

Τῷ δὲ Πτολεμαίῳ γενομένης προσαγγελίας παρεῖναι τὸν Ἀρχίαν. — 33.5.2

Ὅτι Ἀρχίας βουλόμενος τὴν Κύπρον προδοῦναι τῷ Δημητρίῳ καὶ φωραθεὶς καὶ εἰς κρίσιν ἀχθεὶς καλῳδίῳ τῶν ἐκ τῆς αὐλαίας παραπεπετασμένων ἑαυτὸν ἀπεκρέμασεν. 33.5.3 τῷ γὰρ ὄντι διὰ τὰς ἐπιθυμίας κενοὶ κενὰ λογίζονται κατὰ τὴν παροιμίαν. 33.5.4 καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν.

IV. Res Ariarathis 33.6.1

Ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς ἐνέπεσον παραλόγῳ συμφορᾷ. 33.6.2 δεξάμενοι γὰρ παρʼ Ὀροφέρνους, ὅτʼ ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους ὑπʼ Ἀριαράθου 33.6.3 , ὅτε μετέλαβε τὴν ἀρχήν. οἱ μὲν οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ· 33.6.4 δʼ Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος, ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην. 33.6.5 οὐ μὴν ἀλλʼ ἕως μὲν τούτου τάχʼ ἄν τις ἔχοι συγγνώμην αὐτῷ καταπειράζοντι τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα· τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ φιλοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.1.8 Polyb. 33.5.3 (English) >>Polyb. 33.6.9

Powered by PhiloLogic