Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.4.2 Polyb. 33.6.4 (English) >>Polyb. 33.7.2

33.5.4 καὶ γὰρ ἐκεῖνος δόξας πεντακόσια τάλαντα προσλήψεσθαι καὶ τὰ προϋπάρχοντα χρήματα καὶ τὸ πνεῦμα προσαπέβαλεν.

IV. Res Ariarathis 33.6.1

Ὅτι κατὰ τοὺς καιροὺς τούτους καὶ Πριηνεῖς ἐνέπεσον παραλόγῳ συμφορᾷ. 33.6.2 δεξάμενοι γὰρ παρʼ Ὀροφέρνους, ὅτʼ ἐκράτησε τῆς ἀρχῆς, ἐν παραθήκῃ τετρακόσια τάλαντα ἀπῃτοῦντο κατὰ τοὺς ἑξῆς χρόνους ὑπʼ Ἀριαράθου 33.6.3 , ὅτε μετέλαβε τὴν ἀρχήν. οἱ μὲν οὖν Πριηνεῖς, ὡς ἐμοὶ δοκεῖν, ὀρθῶς ἵσταντο, φάσκοντες μηδενὶ προήσεσθαι τὰ χρήματα ζῶντος Ὀροφέρνους πλὴν αὐτῷ τῷ παραθεμένῳ· 33.6.4 δʼ Ἀριαράθης πολλοῖς ἐδόκει παραπίπτειν τοῦ καθήκοντος, ἀπαιτῶν τὴν ἀλλοτρίαν παραθήκην. 33.6.5 οὐ μὴν ἀλλʼ ἕως μὲν τούτου τάχʼ ἄν τις ἔχοι συγγνώμην αὐτῷ καταπειράζοντι τῷ δοκεῖν τῆς ἐκείνου βασιλείας εἶναι τὰ χρήματα· τὸ δὲ καὶ πορρωτέρω προβαίνειν ὀργῆς καὶ φιλοτιμίας οὐδαμῶς ἐδόκει γενέσθαι κατὰ λόγον. 33.6.6 κατὰ δὲ τοὺς νῦν λεγομένους καιροὺς ἐπαποστείλας ἐλεηλάτει τὴν χώραν τῶν Πριηνέων, συνεργοῦντος Ἀττάλου καὶ παροξύνοντος αὐτὸν διὰ τὴν ἰδίαν διαφοράν, ἣν εἶχε πρὸς τοὺς Πριηνεῖς. 33.6.7 πολλῶν δὲ καὶ σωμάτων καὶ θρεμμάτων ἀπολομένων καὶ πρὸς τῇ πόλει πτωμάτων γενομένων, ἀμύνασθαι μὲν οὐχ οἷοί τʼ ἦσαν οἱ Πριηνεῖς, ἐπρέσβευον δὲ καὶ πρὸς Ῥοδίους, μετὰ δὲ ταῦτʼ ἐπὶ Ῥωμαίους κατέφυγον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 33.4.2 Polyb. 33.6.4 (English) >>Polyb. 33.7.2

Powered by PhiloLogic