Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.10.6 Polyb. 34.10.15 (English) >>Polyb. 34.11.2

34.10.11 τὸ δʼ ὄρυγμα μὴ πλειόνων ὑπάρχειν πεντεκαίδεκα ποδῶν. 34.10.12 εἶναι δὲ τοῦ χρυσοῦ τὸν μὲν αὐτόθεν καθαρόν, κυάμου μέγεθος θέρμου, τοῦ ὀγδόου μέρους μόνον ἀφεψηθέντος, τὸν δὲ δεῖσθαι μὲν χωνείας πλείονος, σφόδρα δὲ λυσιτελοῦς. 34.10.13 συνεργασαμένων δὲ τοῖς βαρβάροις τῶν Ἰταλιωτῶν ἐν διμήνῳ, παραχρῆμα τὸ χρυσίον εὐωνότερον γενέσθαι τῷ τρίτῳ μέρει καθʼ ὅλην τὴν Ἰταλίαν. 34.10.14 αἰσθομένους δὲ τοὺς Ταυρίσκους μονοπωλεῖν ἐκβαλόντας τοὺς συνεργαζομένους. — 34.10.15

δʼ αὐτὸς ἀνὴρ περὶ τοῦ μεγέθους τῶν Ἄλπεων καὶ τοῦ ὕψους λέγων παραβάλλει τὰ ἐν τοῖς Ἕλλησιν ὄρη τὰ μέγιστα, τὸ Ταΰγετον, τὸ Λύκαιον, Παρνασσόν, Ὄλυμπον, Πήλιον, Ὄσσαν, ἐν δὲ Θρᾴκῃ Αἷμον, Ῥοδόπην, Δούνακα. 34.10.16 καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, 34.10.17 τὰς δʼ Ἄλπεις οὐδʼ ἂν πεμπταῖος ἀναβαίη τις· τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων σταδίων τὸ παρῆκον παρὰ τὰ πεδία. 34.10.18 τέτταρας δʼ ὑπερβάσεις ὀνομάζει μόνον, διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων, ἣν Ἀννίβας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας κρημνώδεις. 34.10.19 λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγάλας, ὧν μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων, πλάτος δὲ ἑκατὸν τριάκοντα, ἐκρεῖ δὲ ποταμὸς Μίγκιος·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.10.6 Polyb. 34.10.15 (English) >>Polyb. 34.11.2

Powered by PhiloLogic