Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.10.9 Polyb. 34.10.19 (English) >>Polyb. 34.11.4

34.10.16 καί φησιν ὅτι τούτων μὲν ἕκαστον μικροῦ δεῖν αὐθημερὸν εὐζώνοις ἀναβῆναι δυνατόν, αὐθημερὸν δὲ καὶ περιελθεῖν, 34.10.17 τὰς δʼ Ἄλπεις οὐδʼ ἂν πεμπταῖος ἀναβαίη τις· τὸ δὲ μῆκός ἐστι δισχιλίων καὶ διακοσίων σταδίων τὸ παρῆκον παρὰ τὰ πεδία. 34.10.18 τέτταρας δʼ ὑπερβάσεις ὀνομάζει μόνον, διὰ Λιγύων μὲν τὴν ἔγγιστα τῷ Τυρρηνικῷ πελάγει, εἶτα τὴν διὰ Ταυρίνων, ἣν Ἀννίβας διῆλθεν, εἶτα τὴν διὰ Σαλασσῶν, τετάρτην δὲ τὴν διὰ Ῥαιτῶν, ἁπάσας κρημνώδεις. 34.10.19 λίμνας δὲ εἶναί φησιν ἐν τοῖς ὄρεσι πλείους μέν, τρεῖς δὲ μεγάλας, ὧν μὲν Βήνακος ἔχει μῆκος πεντακοσίων σταδίων, πλάτος δὲ ἑκατὸν τριάκοντα, ἐκρεῖ δὲ ποταμὸς Μίγκιος· 34.10.20 δʼ ἑξῆς Λάριος τετρακοσίων, πλάτος δὲ στενωτέρα τῆς πρότερον, ἐξίησι δὲ ποταμὸν τὸν Ἀδούαν· 34.10.21 τρίτη δὲ Οὐερβανὸς μῆκος ἐγγὺς τριακοσίων σταδίων, πλάτος δὲ τριάκοντα, ποταμὸν δὲ ἐξίησι μέγαν Τίκινον. πάντες δʼ εἰς τὸν Πάδον συρρέουσι.

VII. De Italia 34.11.1

Πολύβιος δὲ διάφορον οἶνον ἐν Καπύῃ φησὶ γίνεσθαι τὸν ἀναδενδρίτην καλούμενον, μηδένα συγκρίνεσθαι. — 34.11.2

Φησὶ δὲ Πολύβιος πεζῇ μὲν εἶναι τὴν παραλίαν τὴν ἀπὸ Ἰαπυγίας μέχρι πορθμοῦ καὶ τρισχιλίων σταδίων, κλύζεσθαι δʼ αὐτὴν τῷ Σικελικῷ πελάγει, πλέοντι δὲ καὶ πεντακοσίων δέουσαν. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.10.9 Polyb. 34.10.19 (English) >>Polyb. 34.11.4

Powered by PhiloLogic