Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.9.11 Polyb. 34.10.5 (English) >>Polyb. 34.10.13

34.10.2 ἐν οὖν τῷ πεδίῳ τούτῳ εἶναι τοὺς λεγομένους ἰχθῦς ὀρυκτούς. 34.10.3 εἶναι δὲ τὸ πεδίον λεπτόγειον καὶ πολλὴν ἄγρωστιν ἔχον πεφυκυῖαν· ὑπὸ δὲ ταύτην διάμμου τῆς γῆς οὔσης ἐπὶ δύο καὶ τρεῖς πήχεις, ὑπορρεῖν τὸ πλαζόμενον ἀπὸ τῶν ποταμῶν ὕδωρ, 34.10.4 μεθʼ οὗ ἰχθύες κατὰ τὰς παρεκχύσεις ὑποτρέχοντες ὑπὸ τὴν γῆν χάριν τῆς τροφῆςφιληδοῦσι γὰρ τῇ τῆς ἀγρώστεως ῥίζῃπεποιήκασι πᾶν τὸ πεδίον πλῆρες ἰχθύων ὑπογείων, οὓς ἀνορύττοντες λαμβάνουσιν. — 34.10.5

Περὶ δὲ τῶν τοῦ Ῥοδανοῦ στομάτων Πολύβιος ἐπιτιμᾷ Τιμαίῳ, φήσας εἶναι μὴ πεντάστομον, ἀλλὰ δίστομον. — 34.10.6

δὲ Λίγηρ μεταξὺ Πικτόνων τε καὶ Ναμνιτῶν ἐκβάλλει. πρότερον δὲ Κορβιλὼν ὑπῆρχεν ἐμπόριον ἐπὶ τούτῳ τῷ ποταμῷ, περὶ ἧς εἴρηκε Πολύβιος, μνησθεὶς τῶν ὑπὸ Πυθέου μυθολογηθέντων, 34.10.7 ὅτι Μασσαλιωτῶν μὲν τῶν συμμιξάντων Σκιπίωνι οὐδεὶς εἶχε λέγειν οὐδὲν μνήμης ἄξιον, ἐρωτηθεὶς ὑπὸ τοῦ Σκιπίωνος περὶ τῆς Βρετταννικῆς, οὐδὲ τῶν ἐκ Νάρβωνος οὐδὲ τῶν ἐκ Κορβιλῶνος, αἵπερ ἦσαν ἄρισται πόλεις τῶν ταύτῃ, Πυθέας δʼ ἐθάρρησε τοσαῦτα ψεύσασθαι. — 34.10.8

Φησὶ δὲ Πολύβιος καὶ ἰδιόμορφόν τι γεννᾶσθαι ζῷον ἐν αὐταῖς, ἐλαφοειδὲς τὸ σχῆμα πλὴν αὐχένος καὶ τριχώματος, ταῦτα δʼ ἐοικέναι κάπρῳ· 34.10.9 ὑπὸ δὲ τῷ γενείῳ πυρῆνα ἴσχειν ὅσον σπιθαμιαῖον ἀκρόκομον, πωλικῆς κέρκου τὸ πάχος. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.9.11 Polyb. 34.10.5 (English) >>Polyb. 34.10.13

Powered by PhiloLogic