Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.2.3 Polyb. 34.2.13 (English) >>Polyb. 34.3.6

34.2.10 τὸ δʼ ὅλον περὶ Σικελίαν καὶ τῷ ποιητῇ πεποιῆσθαι καὶ τοῖς ἄλλοις συγγραφεῦσιν, ὅσοι τἀπιχώρια λέγουσι τὰ περὶ τὴν Ἰταλίαν καὶ Σικελίαν. 34.2.11 οὐκ ἐπαινεῖ δὲ οὐδὲ τὴν τοιαύτην τοῦ Ἐρατοσθένους ἀπόφασιν, διότι φησὶ τότʼ ἂν εὑρεῖν τινα ποῦ Ὀδυσσεὺς πεπλάνηται, ὅταν εὕρῃ τὸν σκυτέα τὸν συρράψαντα τὸν τῶν ἀνέμων ἀσκόν. 34.2.12 καὶ τοῦτο δʼ οἰκείως εἰρῆσθαι τοῖς συμβαίνουσι περὶ τὸ Σκύλλαιον καὶ τὴν θήραν τῶν γαλεωτῶν, τὸ ἐπὶ τῆς Σκύλλης,

αὐτοῦ δʼ ἰχθυάᾳ, 34.2.13 σκόπελον περιμαιμώωσα,

δελφῖνάς τε κύνας τε καὶ εἴ ποθι μεῖζον ἕλῃσι

κῆτος. 34.2.14 τοὺς γὰρ θύννους ἀγεληδὸν φερομένους παρὰ τὴν Ἰταλίαν, ἐπειδὰν ἐκπέσωσι καὶ κωλυθῶσι τῆς Σικελίας ἅψασθαι, περιπίπτειν τοῖς μείζοσι τῶν ζῴων, οἷον δελφίνων καὶ κυνῶν καὶ ἄλλων κητωδῶν, 34.2.15 ἐκ δὲ τῆς θήρας αὐτῶν πιαίνεσθαι τοὺς γαλεώτας, οὓς καὶ ξιφίας λέγεσθαι καὶ κύνας φησί. 34.2.16 συμβαίνειν γὰρ ταὐτὸν ἐνθάδε καὶ κατὰ τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τῶν ἄλλων ὑδάτων, ὅπερ ἐπὶ πυρὸς καὶ ὕλης ἐμπιπραμένης· ἁθροιζόμενα γὰρ τὰ θηρία φεύγειν τὸ πῦρ τὸ ὕδωρ καὶ βορὰν γίνεσθαι τοῖς κρείττοσι.

34.3.1

Ταῦτα δʼ εἰπὼν διηγεῖται τῶν γαλεωτῶν θήραν, συνίσταται περὶ τὸ Σκύλλαιον. 34.3.2 σκοπὸς γὰρ ἐφέστηκε κοινὸς ὑφορμοῦσιν ἐν δικώποις σκαφιδίοις πολλοῖς, δύο καθʼ ἕκαστον σκαφίδιον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.2.3 Polyb. 34.2.13 (English) >>Polyb. 34.3.6

Powered by PhiloLogic