Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.2.10 Polyb. 34.3.3 (English) >>Polyb. 34.3.11

34.2.16 συμβαίνειν γὰρ ταὐτὸν ἐνθάδε καὶ κατὰ τὰς ἀναβάσεις τοῦ Νείλου καὶ τῶν ἄλλων ὑδάτων, ὅπερ ἐπὶ πυρὸς καὶ ὕλης ἐμπιπραμένης· ἁθροιζόμενα γὰρ τὰ θηρία φεύγειν τὸ πῦρ τὸ ὕδωρ καὶ βορὰν γίνεσθαι τοῖς κρείττοσι.

34.3.1

Ταῦτα δʼ εἰπὼν διηγεῖται τῶν γαλεωτῶν θήραν, συνίσταται περὶ τὸ Σκύλλαιον. 34.3.2 σκοπὸς γὰρ ἐφέστηκε κοινὸς ὑφορμοῦσιν ἐν δικώποις σκαφιδίοις πολλοῖς, δύο καθʼ ἕκαστον σκαφίδιον. 34.3.3 καὶ μὲν ἐλαύνει, δʼ ἐπὶ τῆς πρῴρας ἕστηκε δόρυ ἔχων, σημήναντος τοῦ σκοποῦ τὴν ἐπιφάνειαν τοῦ γαλεώτου· φέρεται δὲ τὸ τρίτον μέρος ἔξαλον τὸ ζῷον. 34.3.4 συνάψαντος δὲ τοῦ σκάφους μὲν ἔπληξεν ἐκ χειρός, εἶτʼ ἐξέσπασεν ἐκ τοῦ σώματος τὸ δόρυ χωρὶς τῆς ἐπιδορατίδος· 34.3.5 ἀγκιστρώδης τε γάρ ἐστι καὶ χαλαρῶς ἐνήρμοσται τῷ δόρατι ἐπίτηδες, καλῴδιον δʼ ἔχει μακρὸν ἐξημμένον. τοῦτʼ ἐπιχαλῶσι τῷ τρωθέντι, τέως ἂν κάμῃ σφαδᾷζον καὶ ὑποφεῦγον· 34.3.6 τότε δʼ ἕλκουσιν ἐπὶ τὴν γῆν εἰς τὸ σκάφος ἀναλαμβάνουσιν, ἐὰν μὴ μέγα τελέως τὸ σῶμα. 34.3.7 κἂν ἐκπέσῃ δὲ εἰς τὴν θάλατταν τὸ δόρυ, οὐκ ἀπόλωλεν· ἔστι γὰρ πηκτὸν ἔκ τε δρυὸς καὶ ἐλάτης, ὥστε βαπτιζομένου τοῦ δρυΐνου βάρει μετέωρον εἶναι τὸ λοιπὸν καὶ εὐανάληπτον.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.2.10 Polyb. 34.3.3 (English) >>Polyb. 34.3.11

Powered by PhiloLogic