Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.5.4 Polyb. 34.5.13 (English) >>Polyb. 34.6.5

34.5.9 πολὺ δέ φησι βέλτιον τῷ Μεσσηνίῳ πιστεύειν τούτῳ· μέντοι γε εἰς μίαν χώραν τὴν Παγχαίαν λέγει πλεῦσαι· δὲ καὶ μέχρι τῶν τοῦ κόσμου περάτων κατωπτευκέναι τὴν προσάρκτιον τῆς Εὐρώπης πᾶσαν, ἣν οὐδʼ ἂν τῷ Ἑρμῇ πιστεύσαι τις λέγοντι. 34.5.10 Ἐρατοσθένη δὲ τὸν μὲν Εὐήμερον Βεργαῖον καλεῖν, Πυθέᾳ δὲ πιστεύειν, καὶ ταῦτα μηδὲ Δικαιάρχου πιστεύσαντος. 34.5.11 τὸ μὲν οὖν μηδὲ Δικαιάρχου πιστεύσαντος γελοῖον, ὥσπερ ἐκείνῳ κανόνι χρήσασθαι προσῆκον, καθʼ οὗ τοσούτους ἐλέγχους αὐτὸς προφέρεται· 34.5.12 Ἐρατοσθένους δὲ εἴρηται περὶ τὰ ἑσπέρια καὶ τὰ ἀρκτικὰ τῆς Εὐρώπης ἄγνοια. 34.5.13 ἀλλʼ ἐκείνῳ μὲν καὶ Δικαιάρχῳ συγγνώμη τοῖς μὴ κατιδοῦσι τοὺς τόπους ἐκείνους· Πολυβίῳ δὲ καὶ Ποσειδωνίῳ τίς ἂν συγγνοίη; 34.5.14 ἀλλὰ μὴν Πολύβιός γέ ἐστιν λαοδογματικὰς καλῶν ἀποφάσεις, ἃς ποιοῦνται περὶ τῶν ἐν τούτοις τοῖς τόποις διαστημάτων καὶ ἐν ἄλλοις πολλοῖς, ἀλλʼ οὐδʼ ἐν

34.6.1

οἷς ἐκείνους ἐλέγχει καθαρεύων. τοῦ γοῦν Δικαιάρχου μυρίους μὲν εἰπόντος τοὺς ἐπὶ στήλας ἀπὸ τῆς Πελοποννήσου σταδίους, πλείους δὲ τούτων τοὺς ἐπὶ τὸν Ἀδρίαν μέχρι τοῦ μυχοῦ, τοῦ δʼ ἐπὶ στήλας τὸ μέχρι τοῦ πορθμοῦ τρισχιλίους ἀποδόντος, ὡς γίνεσθαι τὸ λοιπὸν ἑπτακισχιλίους τὸ ἀπὸ πορθμοῦ μέχρι στηλῶν,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.5.4 Polyb. 34.5.13 (English) >>Polyb. 34.6.5

Powered by PhiloLogic