Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.7.7 Polyb. 34.7.14 (English) >>Polyb. 34.8.8

34.7.12 ἐκεῖνος μὲν γὰρ τρεῖς ἔφη, τὴν ἐπὶ τὰς στήλας καθήκουσαν, ἐφʼ ἧς Ἰβηρία, καὶ τὴν ἐπὶ τὸν πορθμόν, ἐφʼ ἧς Ἰταλία, καὶ τρίτην τὴν κατὰ Μαλέας, ἐφʼ ἧς τὰ μεταξὺ τοῦ Ἀδρίου καὶ τοῦ Εὐξείνου πάντʼ ἔθνη καὶ τοῦ Τανάιδος· 34.7.13 οὗτος δὲ τὰς μὲν δύο τὰς πρώτας ὁμοίως ἐκτίθεται, τρίτην δὲ τὴν κατὰ Μαλέας καὶ Σούνιον, ἐφʼ ἧς Ἑλλὰς πᾶσα καὶ Ἰλλυρὶς καὶ τῆς Θρᾴκης τινά, 34.7.14 τετάρτην δὲ τὴν κατὰ τὴν Θρᾳκίαν χερρόνησον, ἐφʼ ἧς τὰ κατὰ Σηστὸν καὶ Ἄβυδον στενάἔχουσι δʼ αὐτὴν Θρᾷκεςπέμπτην δὲ τὴν κατὰ τὸν Κιμμερικὸν Βόσπορον καὶ τὸ στόμα τῆς Μαιώτιδος.

IV. De Lusitania 34.8.1

Πολύβιος δʼ Μεγαλοπολίτης ἐν τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν περὶ τῆς ἐν Ἰβηρίᾳ Λυσιτανίας χώρας διαλεγόμενός φησιν ὅτι βάλανοί εἰσι κατὰ βάθος ἐν τῇ αὐτόθι θαλάττῃ πεφυτευμέναι, ὧν τὸν καρπὸν σιτουμένους τοὺς θύννους πιαίνεσθαι. 34.8.2 διόπερ οὐκ ἂν ἁμάρτοι τις λέγων ὗς εἶναι θαλαττίους τοὺς θύννους. — 34.8.3

Λέγει δʼ Πολύβιος καὶ μέχρι τῆς Λατίνης ἐκπίπτειν τὴν βάλανον ταύτην, εἰ μὴ ἄρα, φησί, καὶ Σαρδὼ φέρει καὶ πλησιόχωρος ταύτῃ. —

Τὴν κατὰ Λυσιτανίαν34.8.4 χώρα δʼ ἐστὶν αὕτη τῆς Ἰβηρίας, ἣν νῦν Ῥωμαῖοι Σπανίαν ὀνομάζουσιδιηγούμενος εὐδαιμονίαν Πολύβιος Μεγαλοπολίτης ἐν τῇ τετάρτῃ καὶ τριακοστῇ τῶν Ἱστοριῶν φησιν ὡς αὐτόθι διὰ τὴν τοῦ ἀέρος εὐκρασίαν καὶ τὰ ζῷα πολύγονα καὶ οἱ ἄνθρωποι, καὶ οἱ ἐν τῇ χώρᾳ καρποὶ οὐδέποτε φθείρονται·



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 34.7.7 Polyb. 34.7.14 (English) >>Polyb. 34.8.8

Powered by PhiloLogic