Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 35.2.3 | Polyb. 35.2.12 (English) | >>Polyb. 35.3.7 |
35.2.9 διόπερ ἠξίουν ἢ μένειν τὰ στρατόπεδα κατὰ τὴν Ἰβηρίαν καὶ διαβαίνειν καθʼ ἕκαστον ἔτος ὕπατον ἐφεδρεύσοντα τοῖς συμμάχοις καὶ κολάσοντα τὰς Ἀραυακῶν ἀδικίας ,
35.2.10 ἢ βουλομένους ἀπάγειν τὰς δυνάμεις παραδειγματιστέον εἶναι τὴν τῶν προειρημένων ἐπανάστασιν , ἵνα μηδεὶς ἔτι ποιεῖν θαρρῇ τὸ παραπλήσιον τούτοις .
35.2.11 οἱ μὲν οὖν Βελλῶν καὶ Τίττων συμμαχοῦντες Ῥωμαίοις ταῦτα καὶ τὰ τούτοις παραπλήσια διελέχθησαν .
35.2.12 ἐπὶ δὲ τούτοις εἰσῆγον τοὺς παρὰ τῶν πολεμίων .
35.2.13 οἱ δʼ Ἀραυάκαι παρελθόντες κατὰ μὲν τὴν ὑπόκρισιν ἐχρῶντο τοῖς λόγοις ὑποπεπτωκότως καὶ ταπεινῶς , τῇ γε μὴν προαιρέσει ὡς διέφαινον οὐκ εἰκούσῃ τοῖς ὅλοις οὐδʼ ἡττωμένῃ .
35.2.14 καὶ γὰρ τὰ τῆς τύχης ἄδηλα πολλάκις ὑπεδείκνυον καὶ τὰς προγεγενημένας μάχας ἀμφιδηρίτους ποιοῦντες ἐν πάσαις ἔμφασιν ἀπέλειπον ὡς ἐπικυδεστέρων αὐτῶν γεγονότων .
35.2.15 τέλος δʼ ἦν τῶν λόγων · εἰ μέν τι δεῖ ῥητὸν πρόστιμον ὑπομένειν τῆς ἀγνοίας , ἀναδέχεσθαι τοῦτʼ ἔφασαν , τελεσθέντος δὲ τοῦ προστάγματος ἐπανάγειν ἠξίουν ἐπὶ τὰς κατὰ Τεβέριον ὁμολογίας αὐτοῖς γενομένας πρὸς τὴν σύγκλητον .
35.3.1
θεωροῦντες δὲ καὶ τούτους ῥέποντας ἐπὶ τὴν διάλυσιν καὶ τὸν στρατηγὸν προσνέμοντα τὴν αὑτοῦ γνώμην τοῖς πολεμίοις μᾶλλον ἢ τοῖς συμμάχοις ,
Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.]. | ||
<<Polyb. 35.2.3 | Polyb. 35.2.12 (English) | >>Polyb. 35.3.7 |