Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 35.2.15 Polyb. 35.3.9 (English) >>Polyb. 35.4.8

35.3.5 ἐντολὰς ἔδωκαν διʼ ἀπορρήτων τοῖς παρʼ ἐκείνου πρεσβευταῖς πολεμεῖν γενναίως καὶ τῆς πατρίδος ἀξίως. 35.3.6 ἐπειδὴ δὲ τὸν πόλεμον ἐποίησαν κατάμονον, πρῶτον μὲν τῷ Μαρκέλλῳ διαπιστήσαντες ἕτερον στρατηγὸν ἔμελλον διαπέμπειν εἰς τὴν Ἰβηρίαν· 35.3.7 ἤδη γὰρ ἔτυχον ὕπατοι τότε καθεσταμένοι καὶ τὰς ἀρχὰς παρειληφότες Αὖλος Ποστόμιος καὶ Λεύκιος Λικίννιος Λεύκολλος. 35.3.8 ἔπειτα περὶ τὰς παρασκευὰς ἐγίνοντο φιλοτίμως καὶ μεγαλομερῶς, νομίζοντες διὰ ταύτης τῆς πράξεως κριθήσεσθαι τὰ κατὰ τὴν Ἰβηρίαν· 35.3.9 κρατηθέντων μὲν γὰρ τῶν ἐχθρῶν πάντας ὑπέλαβον σφίσι ποιήσειν τὸ προσταττόμενον, ἀποστρεψαμένων δὲ τὸν ἐνεστῶτα φόβον οὐ μόνον Ἀραυάκας καταθαρρήσειν, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας.

35.4.1

Ὅσῳ δὲ φιλοτιμότερον σύγκλητος διέκειτο πρὸς τὸν πόλεμον, τοσούτῳ σφίσι τὰ πράγματʼ ἀπέβαινε παραδοξότερα. 35.4.2 τοῦ μὲν γὰρ Κοΐντου τοῦ τὸν πρότερον ἐνιαυτὸν στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ τῶν μετʼ αὐτοῦ στρατευσαμένων ἠγγελκότων εἰς τὴν Ῥώμην τήν τε συνέχειαν τῶν ἐκ παρατάξεως κινδύνων καὶ τὸ πλῆθος τῶν ἀπολωλότων καὶ τὴν ἀνδρείαν τῶν Κελτιβήρων, 35.4.3 τοῦ δὲ Μαρκέλλου προφανῶς ἀποδειλιῶντος τὸν πόλεμον, ἐνέπεσέ τις πτοία τοῖς νέοις παράλογος, οἵαν οὐκ ἔφασαν οἱ πρεσβῦται γεγενημένην πρότερον. 35.4.4 εἰς γὰρ τοῦτο προύβη τὰ τῆς ἀποδειλιάσεως ὥστε μήτε χιλιάρχους προπορεύεσθαι πρὸς τὴν ἀρχὴν τοὺς ἱκανούς, ἀλλʼ ἐλλείπειν τὰς χώρας, τὸ πρότερον εἰθισμένων πολλαπλασιόνων προπορεύεσθαι τῶν καθηκόντων,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 35.2.15 Polyb. 35.3.9 (English) >>Polyb. 35.4.8

Powered by PhiloLogic