Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 35.4.6 Polyb. 35.4.14 (English) >>Polyb. 35.6.4

35.4.11 εἶναι· συνέβαινε γὰρ τότε τοὺς Μακεδόνας ἐπʼ ὀνόματος καλεῖν τὸν Σκιπίωνα διαλύσοντα τὰς ἐν αὐτοῖς στάσεις· 35.4.12 ἀλλὰ τοὺς τῆς πατρίδος καιροὺς ἔφη κατεπείγειν μᾶλλον καὶ καλεῖν εἰς τὴν Ἰβηρίαν τοὺς ἀληθινῶς φιλοδοξοῦντας. 35.4.13 πᾶσιν δὲ παραδόξου φανείσης τῆς ἐπαγγελίας καὶ διὰ τὴν ἡλικίαν καὶ διὰ τὴν ἄλλην εὐλάβειαν, παραυτίκα μὲν εὐθέως συνέβη μεγάλην ἀποδοχὴν γενέσθαι τοῦ Σκιπίωνος, ἔτι δὲ μᾶλλον ταῖς ἑξῆς ἡμέραις· 35.4.14 οἱ γὰρ πρότερον ἀποδειλιῶντες, ἐκτρεπόμενοι τὸν ἐκ παραθέσεως ἔλεγχον, οἱ μὲν πρεσβεύσειν ἐθελοντὴν ἐπηγγέλλοντο τοῖς στρατηγοῖς, οἱ δὲ πρὸς τὰς στρατιωτικὰς καταγραφὰς προσεπορεύοντο κατὰ συστρέμματα καὶ συνηθείας. —

35.5.1

Πολύβιος· ἐνέπεσε δέ τις ὁρμὴ τῷ Σκιπίωνι καὶ διαπόρησις, εἰ δεῖ συμβαλεῖν καὶ μονομαχῆσαι πρὸς τὸν βάρβαρον. — 35.5.2

Πολύβιος καὶ ἀλλαχοῦ· δʼ ἵππος τοῦ Σκιπίωνος ἐδυσχρήστησε μὲν ὑπὸ τῆς πληγῆς, οὐ μὴν ὁλοσχερῶς ἐσφάλμησε. διόπερ ὀρθὸς ἀπέπεσεν ἐπὶ τὴν γῆν Σκιπίων· Πολύβιος.

B. Olymp. 157, 2. Achaeorum Exsules Liberantur 35.6.1

Ὑπὲρ δὲ τῶν ἐξ Ἀχαΐας φυγάδων ἐντευχθεὶς διὰ Πολύβιον ὑπὸ Σκιπίωνος, ὡς πολὺς ἐν τῇ συγκλήτῳ λόγος ἐγίνετο, τῶν μὲν διδόντων κάθοδον αὐτοῖς, τῶν δʼ ἐνισταμένων, ἀναστὰς Κάτων 35.6.2 ὥσπερ οὐκ ἔχοντες εἶπεν πράττωμεν, καθήμεθα τὴν ἡμέραν ὅλην περὶ γεροντίων Γραικῶν ζητοῦντες, πότερον ὑπὸ τῶν παρʼ ἡμῖν τῶν ἐν Ἀχαΐᾳ νεκροφόρων ἐκκομισθῶσι.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 35.4.6 Polyb. 35.4.14 (English) >>Polyb. 35.6.4

Powered by PhiloLogic