Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 35.3.5 Polyb. 35.4.4 (English) >>Polyb. 35.4.12

35.4.1

Ὅσῳ δὲ φιλοτιμότερον σύγκλητος διέκειτο πρὸς τὸν πόλεμον, τοσούτῳ σφίσι τὰ πράγματʼ ἀπέβαινε παραδοξότερα. 35.4.2 τοῦ μὲν γὰρ Κοΐντου τοῦ τὸν πρότερον ἐνιαυτὸν στρατηγήσαντος ἐν Ἰβηρίᾳ καὶ τῶν μετʼ αὐτοῦ στρατευσαμένων ἠγγελκότων εἰς τὴν Ῥώμην τήν τε συνέχειαν τῶν ἐκ παρατάξεως κινδύνων καὶ τὸ πλῆθος τῶν ἀπολωλότων καὶ τὴν ἀνδρείαν τῶν Κελτιβήρων, 35.4.3 τοῦ δὲ Μαρκέλλου προφανῶς ἀποδειλιῶντος τὸν πόλεμον, ἐνέπεσέ τις πτοία τοῖς νέοις παράλογος, οἵαν οὐκ ἔφασαν οἱ πρεσβῦται γεγενημένην πρότερον. 35.4.4 εἰς γὰρ τοῦτο προύβη τὰ τῆς ἀποδειλιάσεως ὥστε μήτε χιλιάρχους προπορεύεσθαι πρὸς τὴν ἀρχὴν τοὺς ἱκανούς, ἀλλʼ ἐλλείπειν τὰς χώρας, τὸ πρότερον εἰθισμένων πολλαπλασιόνων προπορεύεσθαι τῶν καθηκόντων, 35.4.5 μήτε τοὺς εἰσφερομένους ὑπὸ τῶν ὑπάτων πρεσβευτὰς ὑπακούειν, οὓς ἔδει πορεύεσθαι μετὰ τοῦ στρατηγοῦ, 35.4.6 τὸ δὲ μέγιστον, τοὺς νέους διακλίνειν τὰς καταγραφὰς καὶ τοιαύτας πορίζεσθαι προφάσεις ἃς λέγειν μὲν αἰσχρὸν ἦν, ἐξετάζειν δʼ ἀπρεπές, ἐπιτέμνειν δʼ ἀδύνατον. 35.4.7 τέλος δὲ καὶ τῆς συγκλήτου καὶ τῶν ἀρχόντων ἐν ἀμηχανίαις ὄντων τί τὸ πέρας ἔσται τῆς τῶν νέων ἀναισχυντίαςτούτῳ γὰρ ἠναγκάζοντο χρῆσθαι τῷ ῥήματι διὰ τὰ συμβαίνονταΠόπλιος Κορνήλιος Ἀφρικανός, 35.4.8 νέος μὲν ὤν, δοκῶν δὲ σύμβουλος γεγονέναι τοῦ πολέμου, τὴν ἐπὶ καλοκἀγαθίᾳ καὶ σωφροσύνῃ δόξαν ὁμολογουμένην πεποιημένος,



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 35.3.5 Polyb. 35.4.4 (English) >>Polyb. 35.4.12

Powered by PhiloLogic