Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.11 Polyb. 36.12 (English) >>Polyb. 36.13

36.12.1

Οὐ χρὴ δὲ θαυμάζειν ἐὰν ποτὲ μὲν τῷ κυρίῳ σημαίνωμεν αὑτοὺς ὀνόματι, ποτὲ δὲ ταῖς κοιναῖς ἐμφάσεσιν, οἷον οὕτως ἐμοῦ δὲ ταῦτʼ εἰπόντος 36.12.2 καὶ πάλιν ἡμῶν δὲ συγκαταθεμένων. ἐπὶ πολὺ γὰρ ἐμπεπλεγμένων ἡμῶν εἰς τὰς μετὰ ταῦτα μελλούσας ἱστορεῖσθαι πράξεις, ἀναγκαῖόν ἐστι μεταλαμβάνειν τὰς περὶ αὑτῶν σημασίας, ἵνα μήτε τοὔνομα συνεχῶς προφερόμενοι προσκόπτωμεν ταυτολογοῦντες μήτε πάλιν ἐμοῦ καὶ διʼ ἐμέ παρʼ ἕκαστον λέγοντες λάθωμεν εἰς φορτικὴν διάθεσιν ἐμπίπτοντες, 36.12.3 ἀλλὰ συγχρώμενοι πᾶσι τούτοις καὶ μεταλαμβάνοντες ἀεὶ τὸ τῷ καιρῷ πρέπον ἐφʼ ὅσον οἷόν τε διαφεύγωμεν τὸ λίαν ἐπαχθὲς τῆς περὶ αὑτῶν λαλιᾶς, 36.12.4 ἐπειδὴ φύσει μὲν ἀπρόσδεκτός ἐστιν τοιοῦτος λόγος, ἀναγκαῖος δʼ ὑπάρχει πολλάκις, ὅταν μὴ δυνατὸν ἄλλως δηλῶσαι τὸ προκείμενον. 36.12.5 γέγονε δέ τι πρὸς τοῦτο τὸ μέρος ἡμῖν οἷον ἐκ ταὐτομάτου συνέργημα τὸ μηδένα μέχρι γε τῶν καθʼ ἡμᾶς καιρῶν ταὐτὸν ἡμῖν ὄνομα κεκληρονομηκέναι κυρίως, ὅσον γε καὶ ἡμᾶς εἰδέναι. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.11 Polyb. 36.12 (English) >>Polyb. 36.13

Powered by PhiloLogic