Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.11.2 Polyb. 36.12.5 (English) >>Polyb. 36.14.2

36.12.2 καὶ πάλιν ἡμῶν δὲ συγκαταθεμένων. ἐπὶ πολὺ γὰρ ἐμπεπλεγμένων ἡμῶν εἰς τὰς μετὰ ταῦτα μελλούσας ἱστορεῖσθαι πράξεις, ἀναγκαῖόν ἐστι μεταλαμβάνειν τὰς περὶ αὑτῶν σημασίας, ἵνα μήτε τοὔνομα συνεχῶς προφερόμενοι προσκόπτωμεν ταυτολογοῦντες μήτε πάλιν ἐμοῦ καὶ διʼ ἐμέ παρʼ ἕκαστον λέγοντες λάθωμεν εἰς φορτικὴν διάθεσιν ἐμπίπτοντες, 36.12.3 ἀλλὰ συγχρώμενοι πᾶσι τούτοις καὶ μεταλαμβάνοντες ἀεὶ τὸ τῷ καιρῷ πρέπον ἐφʼ ὅσον οἷόν τε διαφεύγωμεν τὸ λίαν ἐπαχθὲς τῆς περὶ αὑτῶν λαλιᾶς, 36.12.4 ἐπειδὴ φύσει μὲν ἀπρόσδεκτός ἐστιν τοιοῦτος λόγος, ἀναγκαῖος δʼ ὑπάρχει πολλάκις, ὅταν μὴ δυνατὸν ἄλλως δηλῶσαι τὸ προκείμενον. 36.12.5 γέγονε δέ τι πρὸς τοῦτο τὸ μέρος ἡμῖν οἷον ἐκ ταὐτομάτου συνέργημα τὸ μηδένα μέχρι γε τῶν καθʼ ἡμᾶς καιρῶν ταὐτὸν ἡμῖν ὄνομα κεκληρονομηκέναι κυρίως, ὅσον γε καὶ ἡμᾶς εἰδέναι. —

36.13.1

Ὅτι κατά τι σύμπτωμα τῶν μὲν τοῦ Καλλικράτους εἰκόνων εἰσφερομένων κατὰ τὸ σκότος, τῶν δὲ τοῦ Λυκόρτα κατὰ τὴν αὐτὴν ἡμέραν ἐκφερομένων εἰς τὸ φῶς κατὰ τὴν ἐξ ἀρχῆς διάθεσιν, 36.13.2 πάντας ἠνάγκαζε τὸ γινόμενον ἐπιφθέγγεσθαι διότι δεῖ μηδέποτε τοῖς καιροῖς ὑπερηφάνως χρῆσθαι κατὰ τῶν πέλας, εἰδότα διότι καὶ λίαν τοῦτʼ ἔστιν ἴδιον ἐπιτήδευμα τῆς τύχης, τὸ τοῖς αὑτῶν ἐπινοήμασι καὶ νομοθετήμασιν ἐξ ὑποστροφῆς αὐτοὺς ὑποβάλλειν τοὺς νομοθετήσαντας. —



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.11.2 Polyb. 36.12.5 (English) >>Polyb. 36.14.2

Powered by PhiloLogic