Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.13.3 Polyb. 36.15.2 (English) >>Polyb. 36.16.3

36.14.4 διὸ καί φασι Μάρκον Πόρκιον τὸν Κάτωνα προσαγορευόμενον εἰπεῖν ἐν συγκλήτῳ διότι συμβήσεται μὴ μόνον ἀπολόμενον φθάσαι τὸν Προυσίαν, ἀλλὰ καὶ τὸν Νικομήδην γηράσαντʼ ἐν τῇ βασιλείᾳ· 36.14.5 πῶς γὰρ οἷόν τε καταταχῆσαι, πῶς δὲ καταταχήσασαν ἀνύσασθαί τι τὴν πρεσβείαν, μήτε πόδας μήτε κεφαλὴν μήτε καρδίαν ἔχουσαν. —

36.15.1

Ὅτι Προυσίας βασιλεύς, εἰδεχθὴς ὢν κατὰ τὴν ἔμφασιν, καίπερ ἐκ συλλογισμοῦ βελτίων ὑπάρχων, ἥμισυς ἀνὴρ ἦν κατὰ τὴν ἐπιφάνειαν καὶ πρὸς τὰς πολεμικὰς χρείας ἀγεννὴς καὶ γυναικώδης. 36.15.2 οὐ γὰρ μόνον δειλὸς ἦν, ἀλλὰ καὶ πρὸς τὰς κακοπαθείας ἀλλότριος καὶ συλλήβδην ἐκτεθηλυμμένος καὶ τῇ ψυχῇ καὶ τῷ σώματι παρʼ ὅλον τὸν βίον· 36.15.3 ὅπερ ἥκιστα βούλονται περὶ τοὺς βασιλεῖς ὑπάρχειν ἅπαντες μέν, μάλιστα δὲ τὸ τῶν Βιθυνῶν γένος. 36.15.4 πολλὴ δέ τις ἀσέλγεια καὶ περὶ τὰς σωματικὰς ἐπιθυμίας αὐτῷ συνεξηκολούθει. 36.15.5 παιδείας δὲ καὶ φιλοσοφίας καὶ τῶν ἐν τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν 36.15.6 καὶ συλλήβδην τοῦ καλοῦ τί ποτʼ ἔστιν οὐδʼ ἔννοιαν εἶχε, Σαρδαναπάλλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ. 36.15.7 τοιγαροῦν ἅμα τῷ δράξασθαι βραχείας ἐλπίδος τὸ τῶν βασιλευομένων πλῆθος ἀμετάκλητον ὁρμὴν ἔσχεν εἰς τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βασιλέως, ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι παρʼ αὐτοῦ λαμβάνειν.



Polybius, Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Polyb.].
<<Polyb. 36.13.3 Polyb. 36.15.2 (English) >>Polyb. 36.16.3

Powered by PhiloLogic