36.15.1
Ὅτι Προυσίας ὁ βασιλεύς, εἰδεχθὴς ὢν κατὰ τὴν ἔμφασιν, καίπερ ἐκ συλλογισμοῦ βελτίων ὑπάρχων, ἥμισυς ἀνὴρ ἦν κατὰ τὴν ἐπιφάνειαν καὶ πρὸς τὰς πολεμικὰς χρείας ἀγεννὴς καὶ γυναικώδης.
36.15.2 οὐ γὰρ μόνον δειλὸς ἦν, ἀλλὰ καὶ πρὸς τὰς κακοπαθείας ἀλλότριος καὶ συλλήβδην ἐκτεθηλυμμένος καὶ τῇ ψυχῇ καὶ τῷ σώματι παρʼ ὅλον τὸν βίον·
36.15.3 ὅπερ ἥκιστα βούλονται περὶ τοὺς βασιλεῖς ὑπάρχειν ἅπαντες μέν, μάλιστα δὲ τὸ τῶν Βιθυνῶν γένος.
36.15.4 πολλὴ δέ τις ἀσέλγεια καὶ περὶ τὰς σωματικὰς ἐπιθυμίας αὐτῷ συνεξηκολούθει.
36.15.5 παιδείας δὲ καὶ φιλοσοφίας καὶ τῶν ἐν τούτοις θεωρημάτων ἄπειρος εἰς τέλος ἦν
36.15.6 καὶ συλλήβδην τοῦ καλοῦ τί ποτʼ ἔστιν οὐδʼ ἔννοιαν εἶχε, Σαρδαναπάλλου δὲ βάρβαρον βίον ἔζη καὶ μεθʼ ἡμέραν καὶ νύκτωρ.
36.15.7 τοιγαροῦν ἅμα τῷ δράξασθαι βραχείας ἐλπίδος τὸ τῶν βασιλευομένων πλῆθος ἀμετάκλητον ὁρμὴν ἔσχεν εἰς τὸ μὴ μόνον ἀλλότρια φρονεῖν τοῦ βασιλέως, ἀλλὰ καὶ τιμωρίαν βούλεσθαι παρʼ αὐτοῦ λαμβάνειν.
B. Olymp. 157, 4. I. Bellum Punicum Tertium
36.16.1
Ὅτι Μασανάσσης ὁ ἐν Λιβύῃ τῶν Νομάδων βασιλεὺς ἀνὴρ ἦν τῶν καθʼ ἡμᾶς βασιλέων ἄριστος καὶ μακαριώτατος,
36.16.2 ὃς ἐβασίλευσεν ἔτη πλείω τῶν ἑξήκονθʼ, ὑγιεινότατος ὢν καὶ πολυχρονιώτατος· ἐνενήκοντα γὰρ ἐτῶν ἐγεγόνει.